Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. ἔρρωσθε ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ, ὁμοίως καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις· καὶ οἱ κατὰ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ.

3. ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν, ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω. ἔτι γὰρ ἐπικίνδυνός εἰμι, ἀλλὰ πιστὸς ὁ πατὴρ Ἰησοῦ Χριστοῦ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν, ἐν ᾧ εὑρεθείημεν ἄμωμοι. ὀναίμην ὑμῶν ἐν κυρίῳ.

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι, ἐν ᾧ ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ, καὶ εὔχομαι ἐν θεῷ πατρὶ καὶ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ἐν ᾧ πλεῖστα χαίρειν ὑμᾶς εἴη.