Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠγαπημένῃ παρὰ θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ ἐκκλησίᾳ ἁγίᾳ, τῇ οὔσῃ ἐν Τράλλεσιν, ἐκλεκτῇ καὶ ἀξιοθέῳ, εἰρηνευούσῃ ἐν σαρκὶ καὶ πνεύματι Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἐν πάθει τῷ διὰ σταυροῦ καὶ θανάτου καὶ ἀναστάσει, ἣν καὶ ἀσπάζομαι ἐν τῷ πληρώματι ἐν ἀποστολικῷ χαρακτῆρι καὶ εὔχομαι πλεῖστα χαίρειν.

Ι. Ἄμωμον διάνοιαν καὶ ἀνυπόκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατὰ κτῆσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ συνεργείᾳ πνεύματος ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρῆσαι.

2. ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν ὑμῶν εὔνοιαν δι’ αὐτοῦ ἔδοξα, εὑρὼν ὑμᾶς μιμητὰς ὄντας Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος.