Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

III. Δανιὴλ δὲ ὁ σοφὸς νέος ὢν ἔκρινεν ὠμογέροντάς τινας, δείξας ἐξώλεις αὐτοὺς καὶ οὐ πρεσβυτέρους εἶναι καὶ τῷ γένει Ἰουδαίους ὄντας τῷ τρόπῳ Χαναναίους ὑπάρχειν.

2. καὶ Ἱερεμίας

διὰ τὸ νέον παραιτούμενος τὴν ἐγχειριζομένην αὐτῷ πρὸς τοῦ θεοῦ προφητείαν ἀκούει· Μὴ λέγε, ὅτι νεώτερός εἰμι, διότι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ καὶ κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, λαλήσεις, ὅτι μετά σου ἐγώ εἰμι.

3. Σολομὼν δὲ ὁ σοφὸς δυοκαίδεκα τυγχάνων ἐτῶν συνῆκε τὸ μέγα τῆς ἀγνωσίας τῶν γυναικῶν ἐπὶ τοῖς σφετέροις τέκνοις ζήτημα, ὡς πάντα τὸν λαὸν ἐκστῆναι ἐπὶ τῇ τοσαύτῃ τοῦ παιδὸς σοφίᾳ καὶ φοβηθῆναι οὐχ ὡς μειράκιον, ἀλλ’ ὡς τέλειον ἄνδρα.

4. τὰ δὲ αἰνίγματα τῆς Αἰθιόπων βασιλίδος, φορὰν ἔχοντα ὥσπερ τὰ τοῦ Νείλου ῥεύματα, οὕτως ἐπελύσατο, ὡς ἔξω ἑαυτῆς γενέσθαι τὴν οὕτως σοφήν.