Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IV. Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις καὶ ἐντέλλομαι πᾶσιν, ὅτι ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω, ἐάνπερ ὑμεῖς μὴ κωλύσητε. παρακαλῶ ὑμᾶς, μὴ εὔνοια ἄκαιρος γένησθέ μοι. ἄφετέ με θηρίων εἶναι βρῶμα, δι’ ὧν ἔστιν θεοῦ ἐπιτυχεῖν. σῖτός εἰμι τοῦ θεοῦ καὶ δι’ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος θεοῦ εὑρεθῶ.

2. μᾶλλον κολακεύσατε τὰ θηρία, ἵνα μοι τάφος γένωνται καὶ μηθὲν καταλίπωσι τῶν τοῦ σώματός μου, ἵνα μὴ κοιμηθεὶς βαρὺς τινι εὑρεθήσωμαι· τότε δὲ ἔσομαι μαθητὴς ἀληθὴς Ἰησοῦ Χριστοῦ, ὅτε οὐδὲ τὸ σῶμά μου ὁ κόσμος ὄψεται. λιτανεύσατε τὸν κύριον ὑπὲρ ἐμοῦ, ἵνα διὰ τῶν ὀργάνων τούτων θεῷ θυσία εὑρεθῶ.

3. οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν· ἐκεῖνοι ἀπόστολοι Ἰησοῦ Χριστοῦ, ἐγὼ δὲ ἐλάχιστος· ἐκεῖνοι ἐλεύθεροι ὡς δοῦλοι θεοῦ, ἐγὼ δὲ μέχρι νῦν δοῦλος. ἀλλ’ ἐὰν πάθω, ἀπελεύθερος γενήσομαι Ἰησοῦ Χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος. νῦν μανθάνω, ἐν αὐτῷ δεδεμένος, μηδὲν ἐπιθυμεῖν κοσμικὸν ἢ μάταιον.