Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ ἠλεημένῃ ἐν μεγαλειότητι ὑψίστου θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ ἐκκλησίᾳ ἡγιασμένῃ καὶ πεφωτισμένῃ ἐν θελήματι θεοῦ τοῦ ποιήσαντος τὰ πάντα, ἃ ἔστιν, κατὰ πίστιν καὶ ἀγάπην Ἰησοῦ Χριστοῦ, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ἥτις καὶ προκάθηται ἐν τόπῳ χωρίου Ῥωμαίων, ἀξιόθεος, ἀξιοπρεπής, ἀξιομακάριστος, ἀξιέπαινος, ἀξιοεπίτευκτος, ἀξίαγνος καὶ προκαθημένη τῆς ἀγάπης, χριστόνομος, πατρώνυμος, πνευματοφόρος, ἣν καὶ ἀσπάζομαι ἐν ὀνόματι θεοῦ παντοκράτορος καὶ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ· τοῖς κατὰ σάρκα καὶ πνεῦμα ἡνωμένοις πάσῃ ἐντολῇ αὐτοῦ, πεπληρωμένοις

πάσης χάριτος θεοῦ ἀδιακρίτως καὶ ἀποδιϋλισμένοις ἀπὸ παντὸς ἀλλοτρίου χρώματος, πλεῖστα ἐν θεῷ καὶ πατρὶ καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ ἀμώμως χαίρειν.