Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

IX. Ἔγνων δέ τινας παροδεύσαντας δι’ ὑμῶν, ἔχοντας κακὴν διδαχὴν ἀλλοκότου καὶ πονηροῦ πνεύματος, οἷς οὐκ ἐδώκατε πάροδον σπεῖραι τὰ ζιζάνια, βύσαντες τὰ ὦτα, εἰς τὸ μὴ παραδέξασθαι τὴν ὑπ’ αὐτῶν καταγγελλομένην πλάνην, πεπεισμένοι τὸ λαοπλάνον πνεῦμα οὐ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἴδια λαλεῖν· ψευδολόγον γάρ ἐστιν.

2. τὸ δὲ ἅγιον πνεῦμα οὐ τὰ ἴδια, ἀλλὰ τὰ τοῦ Χριστοῦ, καὶ οὐκ ἀφ’ ἑαυτοῦ. ἀλλὰ ἀπὸ τοῦ κυρίου, ὡς καὶ ὁ κύριος τὰ παρὰ τοῦ πατρὸς ἡμῖν κατήγγελλεν. ὁ λόγος γάρ, φησίν, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.

3. καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου· Οὐ λαλήσει, φησίν, ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ παρ’ ἐμοῦ. καὶ περὶ ἑαυτοῦ φησι πρὸς τὸν πατέρα· Ἐγώ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα· ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. καὶ περὶ τοῦ ἁγίου πνεύματος· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. οὐκοῦν ἑκάτερος αὐτὸν δοξάζει, παρ’ οὗ καὶ ἔλαβεν, ὃ ποιήσει· καὶ αὐτὸν κηρύττει καὶ αὐτοῦ τὰ ῥήματα καταγγέλλει.

4. τὸ δὲ πλάνον πνεῦμα ἑαυτὸ κηρύττει, τὰ ἴδια λαλεῖ, αὐτάρεσκον γάρ ἐστιν· ἑαυτὸ δοξάζει, τύφου γάρ ἐστι μεστόν· ψευδολόγον ὑπάρχει, ἀπατηλόν, θωπευτικόν, κολακευτικόν, ὕπουλον, ῥαψωδόν, φλύαρον, ἀσύμφωνον, ἀμετροεπές, γλίσχρον, ψοφοδεές, οὗ τῆς ἐνεργείας ῥύσεται ἡμᾶς Ἰησοῦς ὁ Χριστός, ὁ θεμελιώσας ἡμᾶς ἐπὶ τὴν πέτραν, ὡς λίθους ἐκλεκτοὺς, εὐαρμολογουμένους εἰς οἰκοδομὴν θεοῦ πατρός, ἀναφερομένους εἰς τὰ ὕψη διὰ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος,

σχοίνῳ χρωμένους τῷ ἁγίῳ πνεύματι, πίστει δὲ ἀναγομένους καὶ ἀγάπῃ κουφιζομένους ἐκ γῆς πρὸς οὐρανόν, συνοδοιποροῦντας ἅμα ἀμώμοις.

5. μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. ὁδὸς δέ ἐστιν ἀπλανὴς Ἰησοῦς ὁ Χριστός· ἐγὼ γάρ, φησίν, εἰμὶ ἡ ὁδὸς καὶ ἡ ζωή. ὁδηγεῖ δὲ ἡ ὁδὸς πρὸς τὸν πατέρα· οὐδεὶς γάρ, φησίν, ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ.

6. μακάριοι οὖν ἐστε ὑμεῖς οἱ θεοφόροι, πνευματοφόροι, ναοφόροι, ἁγιοφόροι, κατὰ πάντα κεκοσμημένοι ἐν ταῖς ἐντολαῖς Ἰησοῦ Χριστοῦ, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν· δι’ οὓς ἀγαλλιώμενος ἠξιώθην, δι’ ὧν γράφω προσομιλῆσαι τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, τοῖς πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. χαίρω οὖν ἐφ’ ὑμῖν, ὅτι μὴ τῇ ματαιότητι προσέχετε οὐδὲ κατὰ σάρκα ἀγαπᾶτε, ἀλλὰ κατὰ θεόν.