Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

V. Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἀνακεκραμένους αὐτῷ, ὡς ἡ ἐκκλησία τῷ κυρίῳ Ἰησοῦ καὶ ὁ κύριος τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ᾖ.

2. μηδεὶς πλανάσθω· ἐὰν μή τις ἐντὸς ᾖ τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, ὥστε τὸν Χριστὸν ἐν αὐτοῖς ἑστάναι, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας προσευχὴ συμφώνως ἀνιοῦσα πρὸς θεὸν πιστοῖ παρασχεθῆναι αὐτοῖς πάντα τὰ ἐν Χριστῷ αἰτήματα.

3. ὁ οὖν τῶν τοιούτων χωριζόμενος καὶ μὴ συνερχόμενος ἐν βουλῇ θυσιῶν καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ, λύκος ἐστὶν

ἐν προβάτου δορᾷ ἥμερον ἐπιδεικνὺς μορφήν.

4. σπουδάσατε, ἀγαπητοί, ὑποταγῆναι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις· ὁ γὰρ τούτοις ὑποτασσόμενος ὑπακούει Χριστῷ τῷ προχειρισαμένῳ αὐτούς, ὁ δὲ ἀπειθῶν αὐτοῖς ἀπειθεῖ Χριστῷ Ἰησοῦ, ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν· αὐθάδης γάρ ἐστιν καὶ δύσερις ὑπερήφανος, ὁ μὴ πειθαρχῶν τοῖς κρείττοσιν,. Ὑπερηφάνοις δέ, φησίν, ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καί· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα.

5. λέγει δὲ καὶ ὁ κύριος πρὸς τοὺς ἱερεῖς· Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ πέμψαντός με πατρός· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν πέμψαντά με.