Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

XX. Στήκετε, ἀδελφοί, ἑδραῖοι ἐν τῇ πίστει Ἰησοῦ Χριστοῦ καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει. πάντες ἐν χάριτι ἐξ ὀνόματος συναθροίζεσθε κοινῇ, ἐν μιᾷ πίστει θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ. τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ τοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, κατὰ σάρκα δὲ ἐκ γένους Δαυίδ, ἐφοδηγούμενοι ὑπὸ τοῦ παρακλήτου·

2. ὑπακούοντες τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ διανοίᾳ, ἕνα

ἄρτον κλῶντες, ὁ ἐστιν φάρμακον ἀθανασίας, ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν θεῷ διὰ Ἰησοῦ Χριστοῦ, καθαρτήριον ἀλεξίκακον.