Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

2. παραγγέλλω σοι ἐπὶ τοῦ θεοῦ τῶν ὅλων καὶ ἐπὶ τοῦ Χριστοῦ, παρόντος καὶ τοῦ ἁγίου πνεύματος καὶ τῶν λειτουργικῶν ταγμάτων· φύλαξόν μου τὴν παραθήκην, ἣν ἐγὼ καὶ ὁ Χριστὸς παρεθέμεθά σοι, καὶ μὴ ἑαυτὸν ἀνάξιον κρίνῃς τῶν δοχθέντων περί σου θεῷ. παρατίθημί σοι τὴν ἐκκλησίαν Ἀντιοχέων. Πολυκάρπῳ παρεθέμην ὑμᾶς ἐν κυρίῳ Ἰησοῦ Χριστῷ.

VIII. Ἀσπάζονταί σε οἱ ἐπίσκοποι Ὀνήσιμος, Βίτος, Δαμᾶς,

Πολύβιος καὶ πάντες οἱ ἀπὸ Φιλίππων ἐν Χριστῷ, ὅθεν καὶ ἐπέστειλά σοι.

2. ἄσπασαι τὸ θεοπρεπὲς πρεσβυτέριον, ἄσπασαι τοὺς ἁγίους συνδιακόνους σου, ὧν ἐγὼ ὀναίμην ἐν Χριστῷ σαρκί τε καὶ πνεύματι. ἄσπασαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου κατ’ ὄνομα, οὓς παρατίθημί σοι, ὡς Μωσῆς Ἰησοῦ τῷ μετ’ αὐτὸν στρατηγῷ. καὶ μή σοι φανῇ βαρὺ τὸ λεχθέν· εἰ γὰρ καὶ μή ἐσμεν τοιοῦτοι, οἷοι ἐκεῖνοι, ἀλλ’ οὖν γε εὐχόμεθα γενέσθαι, ἐπειδὴ καὶ τοῦ Ἀβραάμ ἐσμεν παῖδες.

3. ἴσχυε οὖν, ὦ Ἥρων, ἡρωϊκῶς καὶ ἀνδρικῶς· σὺ γὰρ εἰσάξεις ἀπὸ τοῦ νῦν καὶ ἐξάξεις τὸν λαὸν κυρίου τὸν ἐν Ἀντιοχείᾳ, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν.