Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Μὴ πλανᾶσθε ταῖς ἑτεροδοξίαις μηδὲ μυθεύμασιν τοῖς παλαιοῖς ἀνωφελέσιν οὖσιν. εἰ γὰρ μέχρι νῦν κατὰ Ἰουδαῖσμὸν ζῶμεν, ὁμολογοῦμεν χάριν μὴ εἰληφέναι.

οἱ γὰρ θειότατοι προφῆται κατὰ Χριστὸν Ἰησοῦν ἔζησαν. διὰ τοῦτο καὶ ἐδιώχθησαν, ἐνπνεόμενοι ὑπὸ τῆς χάριτος αὐτοῦ, εἰς τὸ πληροφορηθῆναι τοὺς ἀπειθοῦντας, ὅτι εἶς θεός ἐστιν, ὁ φανερώσας ἑαυτὸν διὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστιν αὐτοῦ λόγος ἁπὸ σιγῆς προελθών, [*](So A and a #3uotation in Severus. GL read lo/gos a)i/dios ou)k a)po\ sigh=s proelqw/n, but this is rightly regarded by recent editors as a doctrinal emencdation due to fear of Gnostie theories in shich *sigh/ and *qeo/s sere the original pair from shich *lo/gos emainted, of. Clem, Alex. Ed. Theot. fi. 9.) ὃς κατὰ πάντα εὐηρέστησεν τῷ πέμψαντι αὐτόν.