Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Εἰώθασιν γάρ τινες δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ: οὕς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν: εἰσὶν γὰρ κύνες λυσσῶντες, λαθροδῆκται: οὓς δεῖ ὑμᾶς φυλάσσεσθαι ὄντας δυσθεραπεύτους.

εἷς ἰατρός ἐστιν, σαρκικός τε καὶ πνευματικός, γεννητὸς καὶ ἀγέννητος, ἐν ἀνθρώπῳ [*](This reading is justified by early patristic #3uotation, and (slightly corrupted) by A. GL read e)n sarki\ geno/menos qeo/(??) God become incarnate. ) θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής. Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν.