In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Μετὰ δὲ ταῦτα λέληθεν ἀμφοτέρους αὐτούς, ὅτι οὐδʼ ἂν αὐτὸ τὸ ζῴδιον βλέπῃ τις ἀνατεταλκός, δυνατόν ἐστιν ἀκριβῶς τὴν ὥραν τῆς νυκτὸς συλλογίσασθαι κατὰ τὸν προειρημένον τρόπον. εἰ μὲν γὰρ ἕκαστον τῶν ἠστερισμένων καὶ βλεπομένων ζῳδίων συνεπληροῦτο καὶ ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ κύκλου, παῤ αὐτὴν μόνην τὴν ἐν ταῖς ἀνατολαῖς τῶν χρόνων

ἀνισότητα διεπίπτομεν 〈ἄν〉. ἐπεὶ δὲ οὔτε τοῖς δωδε- κατημορίοις ἴσα ἐστὶ τὰ φαινόμενα ζῴδια, οὔτʼ ἐν τοῖς ἰδίοις κεῖται τόποις ἅπαντα, ἀλλὰ τινὰ μὲν αὐτῶν ἐλάσσονά ἐστι τοῦ δωδεκατημορίου, τινὰ δὲ πολλῷ μείζονα, καθάπερ εὐθέως ὁ μὲν Καρκίνος οὐδὲ τὸ τρίτον μέρος ἐπέχει τοῦ δωδεκατημορίου, ἡ δὲ Παρθένος καὶ τοῦ Λέοντος καὶ τῶν Χηλῶν ἐπιλαμβάνει, τῶν δὲ Ἰχθύων ὁ νοτιώτερος ὅλος σχεδὸν ἐν τῷ τοῦ Ὑδροχόου κεῖται δωδεκατημορίῳ, πῶς ἂν εἴη δυνατὸν ἐκ τῆς τοιαύτης τῶν δώδεκα ζῳδίων ἐπιτολῆς 〈τὴν〉 τῆς

νυκτὸς ὥραν συλλογίσασθαι; ὅταν δέ τινα αὐτῶν μηδὲ ἐν τῷ ζῳδιακῷ κύκλῳ τυγχάνῃ ὅλα κείμενα, ἀλλὰ πολλῷ βορειότερα, καθάπερ ἔχει ὅ τε Λέων καὶ ὁ βορειό- τερος τῶν Ἰχθύων, δῆλον ὅτι πολλῷ μᾶλλον ἀγνοήσει τὴν ὥραν ὁ ἐκ τῆς ἀνατολῆς τῶν φαινομένων ζῳδίων

συλλογισμὸς αὐτῶν. εὐθέως οὖν 〈ἐπεὶ〉 τοῦ ἠστερισ- μένου Καρκίνου ἀνατεταλκότος ἡ τοῦ Λέοντος κεφαλὴ ἀναφέρεται ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι, συνανατελλούσης αὐτῇ τῆς η΄ μοίρας τοῦ Καρκίνου, ὁ Ἄρατος θεωρῶν τὴν κεφαλὴν τοῦ Λέοντος ἀνατέλλουσαν καὶ ὑπολαμβάνων [*](2. 3. δυνατόν — τῆς νυκτὸς om. Vat., suprascr. m. 3 (in- certum utrum δυνατός an δυνατόν, quod praeb. P1P2). | δυνα- τός B edd. || 5. ἐστερισμ. A. || 6. καὶ ἓν*] καθʼ vulg. || 7. μόνον A || 8. οὔτε*] οὐδὲ A edd., οὐ B. || 10. ἀλλά τινα Ur. ||)

128
τὸ κατὰ τὸν Λέοντα δωδεκατημόριον ἀναφέρεσθαι,

τρισὶν ὅλοις ἡμιωρίοις ἀγνοήσει. πάλιν ὁ [μὲν] Σκορπίος ἄρχεται μὲν δύνειν ἀνατελλούσης Κριοῦ μοίρας ιγ΄ μέσης, ὅλος δὲ ὑπὸ τὸν ὁρίζοντα γίνεται ἀνατελλούσης τῆς Ϛ΄ μοίρας τοῦ Ταύρου. ἀποδεδείχαμεν γὰρ τὰ τοιαῦτα πάντα ἐν τοῖς περὶ τῶν συνανατολῶν.

δῆλον οὖν ὅτι, χωρὶς τοῦ ἐν ἀνίσοις χρόνοις τὰ δώδεκα ζῴδια ἀναφέρεσθαι, διὰ τὸ καὶ ἀνισομεγέθη εἶναι τὰ ζῴδια καὶ ἀτάκτως κεῖσθαι πολὺ διαμαρτήσεται τῇ ὥρᾳ ὁ πρὸς τὸν φαινόμενον ἀστερισμὸν τῶν δώδεκα ζῳδίων τὸν συλλογισμὸν ποιούμενος.

Ὅτι μὲν οὖν ἀδύνατον ἀκριβῶς ἢ ὡς ἔγγιστα τὴν τῆς νυκτὸς ὥραν ἐπιγνῶναι εἰς τὸ πρὸς τῇ ἀνατολῇ ζῴδιον ἀναβλέψαντας, ἐκ τῶν εἰρημένων ἐστὶ φανερόν.

ἐχομένως δὲ ὑποθέμενοι, τὰς συνανατολὰς αὐτῷ καὶ τὰς ἀντικαταδύσεις τῶν ἄστρων πρὸς τὰ δωδεκατημόρια τοῦ ζῳδιακοῦ κύκλου πεπραγματεῦσθαι, καὶ μὴ πρὸς τὰ ἠστερισμένα, ἐπισκεψώμεθα καὶ τὸ ἐν αὐταῖς συμ- φώνως ἢ διαφώνως λεγόμενον πρὸς τὰ ἐν τῷ κόσμῳ φαινόμενα.

Προδιειλήφθω δὲ πρῶτον, ὅτι τὴν διαίρεσιν τοῦ ζῳδιακοῦ κύκλου ὁ μὲν Ἄρατος πεποίηται ἀπὸ τῶν τροπικῶν τε καὶ ἰσημερινῶν σημείων ἀρχόμενος, ὥστε ταῦτα τὰ σημεῖα ἀρχὰς εἶναι ζῳδίων, ὁ δὲ Εὔδοξος οὕτω διῄρηται, ὥστε τὰ εἰρημένα σημεῖα μέσα εἶναι, τὰ μὲν τοῦ Καρκίνου καὶ τοῦ Αἰγόκερω, τὰ δὲ τοῦ Κριοῦ καὶ τῶν Χηλῶν.

[*](3. μὲν post ἄρχ. om. B. || 4. γ΄ καὶ δεκάτης A, τρισκαιδεκ. B edd. || 5. τῆς om. B || 7. ἐν ἴσοις χρ. AB (M ἴσοι). | δεκα- δύο A, ιβ΄ LP3M edd., ut solent. || 9. πολλὰ B edd. || 14 ἀνα-)
130

Ὁ μὲν οὖν Ἄρατος διὰ τούτων μάλιστα φανερὸς γίνεται τὰ εἰρημένα σημεῖα ἐν ταῖς ἀρχαῖς τιθεὶς τῶν κατὰ ταῦτα δωδεκατημορίων. περὶ γὰρ τῶν τεσσάρων κύκλων λέγων, τῶν δύο τροπικῶν καὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ, τοὺς μὲν τρεῖς φησιν ἀνατέλλειν τε καὶ δύνειν παραλλήλως ἑαυτοῖς, καὶ ἕκαστον αὐτῶν καθʼ ἓν καὶ τὸ αὐτὸ σημεῖον ἀνατέλλειν καὶ πάλιν δύνειν, τὸν δὲ ζῳδιακὸν ἐν τῇ τοιαύτῃ περιφερείᾳ τοῦ ὁρίζοντος τὰς ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι, ἡλίκην παραχωρεῖ ἐν αὐτῷ ἀπὸ τῆς τοῦ Αἰγόκερω ἀνατολῆς

ἕως τῆς τοῦ Καρκίνου ἀνατολῆς. λέγει δὲ οὕτως·

  • καὶ τὰ μὲν ἀντέλλει τε καὶ αὐτίκα νειόθι δύνει
  • πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου
  • ἐξείης ἑκάτερθε κατηλυσίη ἄνοδός τε.
  • αὐτὰρ ὅ γʼ Ὠκεανοῖο τόσον παραμείβεται ὕδωρ,
  • ὅσσον ἀπʼ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα
  • Καρκίνον εἰς ἀνιόντα κυλίνδεται.
  • δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ τροπικὰ σημεῖα ἐν ταῖς ἀρχαῖς ὑποτίθεται, τὸ μὲν ἐν τῇ τοῦ Καρκίνου, τὸ δὲ ἐν τῇ τοῦ Αἰγόκερω· τὴν γὰρ ὑπὸ τούτων τῶν σημείων ἐν ταῖς ἀνατολαῖς αὐτῶν ἀποτεμνομένην τοῦ ὁρίζοντος

    περιφέρειαν ὁ ζῳδιακὸς ἀνατέλλων ἐπιπορεύεται. δόξαι δʼ ἂν ἐμφαίνειν τοῦτο καὶ ἐξ ὧν περὶ τοῦ Λέοντος λέγων φησίν·

  • ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι,
  • αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι
  • ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.
  • [*](4. τῶν δύο transposui, δύο τῶν vulg. || 10. παραχωρεῖεν B ed. pr. || 12. τὰ μὲ Vat. | αὐτίκα] ἀντία edd. || 13. παραβλήδην, sed κ supra β script. M, παρακλήδην V. | μία] ἀμμία A. | ἔστιν A. || 14. κατηλυσίῃ LMV. || 16. αἰγοκέρηος B. || 17. εἰς)
    132
    περὶ γὰρ τὴν τοῦ Κυνὸς ἀνατολὴν καὶ τὰ καύματα μάλιστα γίνεται· αὕτη δὲ γίνεται μετὰ τριάκοντα ἔγγιστα ἡμέρας ἀπὸ τῆς θερινῆς τροπῆς. μετὰ τοσαύτας ἄρα ἡμέρας ἔγγιστα κατʼ αὐτὸν ὁ ἥλιος ἐν τῇ ἀρχῇ τοῦ Λέοντος γίνεται. ἐν ταύτῃ τῇ τροπῇ τοίνυν τὴν ἀρχὴν ἐπέχει τοῦ Καρκίνου.

    Καὶ ὑπὸ τῶν ἀρχαίων δὲ μαθηματικῶν πάντων σχεδὸν ἢ τῶν πλείστων τοῦτον τὸν τρόπον ὁ ζῳδιακὸς κύκλος διῄρητο.

    Ὅτι δὲ Εὔδοξος τὰ τροπικὰ σημεῖα κατὰ μέσα τὰ ζῴδια τίθησι, δῆλον ποιεῖ διὰ τούτων· „δεύτερος δέ „ἐστι κύκλος, ἐν ᾧ 〈αἱ〉 θεριναὶ τροπαὶ γίνονται· ἔστι „δʼ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ πάλιν φησί· „τρίτος δʼ ἐστὶ κύκλος, ἐν ᾧ αἰ ἰσημερίαι „γίνονται· ἔστι δʼ ἐν τούτῳ τά τε τοῦ Κριοῦ μέσα καὶ „τὰ τῶν Χηλῶν· τέταρτος δέ, ἐν ᾧ 〈αἱ〉 χειμεριναὶ „τροπαὶ γίνονται· ἔστι δʼ ἐν τούτῳ τὰ μέσα τοῦ

    „Αἰγόκερω ἐκφανέστερον δʼ ἔτι διὰ τούτων ἀπο- δίδωσι· περὶ γὰρ τῶν κολούρων λεγομένων κύκλων, οἳ γράφονται διά τε τῶν πόλων καὶ διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων, φησὶν οὕτως· „ἕτεροι δʼ „εἰσὶ δύο κύκλοι, τέμνοντες ἀλλήλους δίχα καὶ πρὸς „ὀρθάς, διὰ τῶν πόλων τοῦ κόσμου. ἔστι δʼ ἐν „τούτοις ἄστρα τάδε· πρῶτος ὁ πόλος ὁ ἀεὶ φανερὸς „τοῦ κόσμου, εἶτα τὸ μέσον τῆς Ἄρκτου κατὰ πλάτος „καὶ τοῦ Καρκίνου τὸ μέσον.“ καὶ μετʼ ὀλίγον φησίν· „ἥ τε οὐρὰ τοῦ Νοτίου Ἰχθύος καὶ τὸ μέσον τοῦ

    „Αἰγόκερω.“ ἐν δὲ τοῖς ἑξῆς φησιν ἐν τῷ ἑτέρῳ τῶν διὰ τῶν πόλων κύκλων κεῖσθαι σὺν τοῖς ἄλλοις, οἷς [*](1. καὶ τὰ καύμ.] κατακαύμ. A. || 2. μετὰ τριάκ. om B. || 7. μαθ. τῶν σχεδὸν πλείστων B. | πάντων om A. || 10. οὐ κατὰ B. ||)

    134
    ἐξαριθμεῖται, καὶ τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος.

    Προδιαληπτέον καὶ τοῦτο, ὅτι τὰς ἀρχὰς ἑκάστου τῶν δώδεκα ζῳδίων ὑποτιθέμενος ὁ Ἄρατος ἐπὶ τῆς ἀνατολῆς διασαφεῖ, ὅσα τῷ προειρημένῳ αὐτῷ ζῳδίῳ συνανατέταλκεν ἢ ἀντικαταδέδυκςε τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ ἄστρων· ὃ καὶ συντείνει μάλιστα πρὸς τὸ ἐκ τῶν ἄλλων ἄστρων συλλογίζεσθαι τὸ μέλλον ἀνα-

    τέλλειν δωδεκατημόριον τοῦ ζῳδιακοῦ. δῆλον δὲ ποιεῖ τοῦτο καὶ ἐπὶ τῆς τῶν Ἰχθύων ἀνατολῆς λέγων οὕτως· εἰπὼν γὰρ περὶ τοῦ Ὕδρου, ὅτι τὰ μὲν ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας τοῦ Ὑδροχόου ἀναφερομένου 〈οὐκέτι〉 μετέωρά ἐστιν, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα οἱ Ἰχθύες κατάγουσιν, ἐπιφέρει·

  • οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι
  • Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δʼ
  • ὀπίσσω,
  • τείνεται, Ὠκεανοῖο νέον ὁπότε προγένωνται
  • Ἰχθύες ἀμφότεροι. τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς
  • αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νειόθεν ἕλκει
  • Κριὸς ἀνερχόμενος.
  • διὰ γὰρ τοῦ „νέον ὁπότε προγένωνται Ἰχθύες“ δηλοῖ οὐκ ἄλλο τι ἢ „ὅταν ἄρχωνται οἱ Ἰχθύες ἀνατέλλειν“.

    ἔτι δὲ αὐτὸ τοῦτο φανερὸν ποιεῖ καὶ ἐπὶ τῆς Ἀργοῦς. τῆς γὰρ Παρθένου ἀνατελλούσης φησὶ τὴν πρύμναν αὐτῆς ἀνατέλλειν [ὅλην]· τὰ δὲ λοιπὰ αὐτῆς ἕως τοῦ [*](1. καὶ κατὰ μέσα B. || 9. τοῦτο ποιεῖ B edd. || 12. ἕως om. LP3V, ἕως τῆς om. M ed. pr. || 14. κατάγουσιν*] ἀνά- γουσιν vulg. || 15. οὕτω] ουτοι (sic) LP3, οὑτοι MV. | γούνατα)

    136
    ἱστοῦ ἀνατέλλειν, ὅταν ὅλη ἡ Παρθένος ἀνατείλῃ· προειπὼν γάρ·
  • οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει
  • Παρθένος ἀντέλλουσα,
  • μετʼ ὀλίγον φησί·
  • φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους
  • ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς.
  • ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν,
  • Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.
  • Καὶ ὁ Εὔδοξος δέ, ᾧ κατηκολούθηκεν ὁ Ἄρατος, τὸν αὐτὸν τρόπον ὑποτίθεται ἐν ταῖς Συνανατολαῖς τὰς ἀρχὰς τῶν ζῳδίων ἐπὶ τῆς ἀνατολῆς. ὥστε καὶ ἐκ τούτου φανερὸν γίνεσθαι τὸ προκείμενον.