In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ταῦτα δὲ προενεγκάμενος ὁ Ἄτταλος ἐπιφέρει· „ἐν δὲ „τούτοις ἀδυνατώτερον ὁ ποιητὴς ἀνέστραπται, πολλάκις „ἐπὶ τὴν αὐτὴν διάνοιαν ἐπιφερόμενος καὶ οὐ δυνά- „μενος τὸν λόγον εὐπεριγράφως ἐξενεγκεῖν. βούλεται „γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ ἐν οὐδενὶ

„ἄστρῳ καταριθμοῦνται, ἀλλʼ εἰσὶν ἀνώνυμοι. πολλῶν „γὰρ ὑπαρχόντων ἀστέρων καὶ ἐνίων τὰ μεγέθη καὶ τὰ [*](2. στιχόωντο A. ||3. ωονομένων ἐτέων B in textu, sed ἀνο- μένων ἐτέων in marg. add. L (m. 3)P3, ἀνομένων εἰέων in marg. M (m. 1) V, ἀνυμένων ἐτέων edd. | οὐκέτʼ P1P2, οὐκ ἔτʼ cett. 4. ἢ οὐδʼ ἐνόησεν A, ἠδʼ ἐν. edd. || 5. κε δυνήσατο Vat., κε δυνήσαιτο P1P2, γʼ ἐδυνήσατο B edd || 6. οἱ ὅθι A. || 8. πάντες γε μὲν P1P2. | ἀμφιέλικτοι vulg. || 9. ἀείσατο A. || 10. ἐπιτάξʼ ἄλλῳ B (ἐπιτάξʼ ἅλλω M): signumʼ super ξ add. L (m. 3): ἐπιτὰξ, ἄλλῳ edd. || 11. εἴδεα A. ὀνομαστα (sic) hic et infra LP2V, ὀνόμ. M. | γένοιντο edd. || 12. οὐκέτι Vat., οὐκ ἔτι cett. | ἐν)

80
„χρώματα ὅμοια ἐχόντων, ὁ πρώτως διατάξας τὰ ἄστρα „καὶ κατὰ συστάσεις ἑκάστοις ὄνομα περιθεὶς οὐκ ἂν „ἠδυνήθη σποράδην αὐτῶν κειμένων τὴν ἐπίγνωσιν ,,αὐτῶν λαμβάνειν, εἰ μὴ λαβὼν ἐξ αὐτῶν τοὺς δυνα- „μένους μετʼ ἀλλήλων διασημαίνειν τι τῶν ἄστρων, ,,οὕτως κατωνόμασεν αὐτά.“

Δοκεῖ δέ μοι πᾶν τοὐναντίον ὁ μὲν Ἄτταλος μὴ κεκρατηκέναι τῆς τοῦ ποιητοῦ διανοίας, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἣν προέθετο διάνοιαν τῶν στίχων ἀποδοῦναι μηδὲ ταύτην σαφῶς, ἀλλʼ ἀσυνέτως ἐξενηνο- χέναι, ὁ μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι.

βούλεται γὰρ λέγειν, ὅτι μεταξὺ τοῦ Πηδαλίου καὶ τοῦ Κήτους, ὑπὸ τὸν Λαγωόν, κεῖνται ἀστέρες ἀνώνυ- μοι, ὀλίγοι τῷ πλήθει καὶ τῷ μεγέθει· οὐ γὰρ οὕτως κεῖνται, ὥστε ἐκ τῆς θέσεως αὐτῶν ὁμοίως διαμορφω- θῆναι ζῷα ἢ κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα,

ἃ διετύπωσέ τις τῶν ἀρχαίων. οὐκέτι δὲ ἐπεβάλετο πάντα διαμορφῶσαι· πολλῶν γὰρ ὄντων ἀστέρων τῶν κατʼ ἰδίαν διερριμμένων, οὐκ ἂν ἐδυνήθη ἑνὶ σχήματι μεταλαβεῖν αὐτοὺς „ἤλιθα μορφώσας·. διʼ ἣν αἰτίαν ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι καὶ ὀνοματο- ποιῆσαι.

Ἑξῆς δέ φησιν ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου·

  • αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο,
  • Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
  • [*](1. ὁ πρῶτος A edd. || 2. κατασυστάσεις AM. || 3. ἐδυνήθη edd. || 7. δέ] δή A. || 10. μηδὲ P² Ur., μὴ δὲ cett. ἀλλὰ συνετῶς AMV, ἀλλασυνετως (sic) LP³. || 11. κεκρατημένος A. || 16. οἷα ἐστὶ A. 17. οὐκ ἔτι B edd. || 19. κατιδίαν Vat. P1. || 20. μεταβαλεῖν AB, περιλαβεῖν coni. Wilam. et Maass. || 21. πῶς A ed. pr. || 22. τῷ)
    82
  • τοῦ δʼ ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψσθʼ ἐόντος
  • πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο·
  • καὶ τοῦ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
  • Ἀρκτούρου, τὸ δὲ θᾶσσον ὑφʼ ἑσπερίην ἅλα νεῖται.
  • ἐν δὲ τούτοις δοκεῖ μοι ἀγνοεῖν ὁ Ἄρατος ὑπολαμ- βάνων, ὅσον ἀπέχει ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ ἀεὶ φανεροῦ πόλου, τοσοῦτον ἀπέχειν καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ

    νοτίου πόλου. ὁμοίως δὲ καὶ ὁ Ἄτταλος, ὡς ἂν συν- αποφαινόμενος αὐτῷ, ἀγνοεῖ. ἐξηγούμενος γὰρ τὴν διάνοιαν τῶν εἰρημένων στίχων λέγει οὕτως· ,,περὶ δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν ,,αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς ,,ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν „κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ „γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν.“

    Ψευδῶς δὲ διαλαμβάνουσι τὸν Ἀρκτοῦρον ἴσον ἀπέχειν ἀπὸ τοῦ βορείου πόλου καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ νοτίου. πρῶτον μὲν γὰρ οἱ ἐν τῷ Θυμιατηρίῳ ἀστέρες οὐκ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖνται, ἀλλὰ πολλῷ εἰσιν ἀλλήλων οἱ μὲν νοτιώτεροι, οἱ δὲ βορειό- τεροι· ἔπειτα ἐὰν τοῦτο παραπέμψαντες ποιώμεθα τὴν σύγκρισιν πρὸς τὸν μέσον μάλιστα τῶν ἐν τῷ Θυμιατηρίῳ, οὐδʼ οὕτως ἐστὶν ὑγιὲς τὸ λεγόμενον· ὁ μὲν γὰρ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου ἀπέχει μοίρας νθʹ, ὁ δὲ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς

    ἀστὴρ ἀπὸ τοῦ νοτίου πόλου ἀπέχει μοίρας μῶ. πολλῷ οὖν πλέον ἀπέχει ὁ Ἀρκτοῦρος τοῦ Θυμιατηρίου· καὶ [*](1. δή τοι B edd. || 2. πεύσεε Vat. P1. | ἀρκτούροις Vat., ἀρκτούριο M. || 13. πρὸς] περὶ edd. || 14. ὑπὲρ γῆν B. || 19. ἐπὶ τοῦ αὐτοῦ corr. Scal., ἐπὶ ταυτοῦ A, ἐπὶ τούτου τοῦ B edd. ||)

    84
    οὐ μόνον γε τοῦ Θυμιατηρίου πλεῖον ἀπέχει, ἀλλὰ καὶ αὐτοῦ τοῦ Σκορπίου, ὑφʼ ᾧ κεῖται τὸ Θυμιατήριον, χωρὶς τῶν ἐν τῷ στήθει καὶ τῷ μετώπῳ αὐτοῦ κει- μένων ἀστέρων καὶ ἔτι ἑνός, τοῦ πρώτου μετὰ τὸ στῆθος σφονδύλου· ὁ μὲν γὰρ δεύτερος μετὰ τὸ στῆθος σφόνδυλος ἀπέχει ἀπὸ τοῦ νοτίου πόλου μοίρας νθ΄, ὅσας καὶ ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου· οἱ δὲ λοιποὶ ἔλασσον τούτου ἀπέχουσι, καὶ ὁ νοτιώτατος αὐτῶν ἀπέχει μοίρας νβʹ γʹʹ.

    Εἰπὼν δὲ ὁ Ἄρατος περὶ τοῦ Θυμιατηρίου, διότι, ἐπὰν συμφανὲς γένηται ἀπʼ ἄρκτου ,,νεφέλῃ πεπιεσ- μένον“, τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον·

  • εἰ δέ τοι ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
  • ὦμος, ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
  • αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα φαίνοι
  • νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ
  • εἰς νότον, ἀλλ εὔροιο περισκοπέειν ἀνέμοιο.
  • δήεις δʼ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
  • τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
  • Σκορπίου, ἱππούραια δʼ ὑπὸ σφίσι Χηλαὶ ἄγουσιν.
  • ἐν δὲ τούτοις πρῶτον μὲν ποῖον ὦμον τοῦ Κενταύρου σημειοῦται, ἔστιν εἰπεῖν, ὡς οὐδαμῶς χωρὶς τοῦ ἑτέρου ὁ εἷς αὐτῶν ἠστέρισται, ἀλλʼ ἀμφότεροι, 〈οὐδʼ ἀμ- [*](1. πλέον A. || 5. 6. σπόνδ. B edd., praeterea σφόνδ. | μετὰ τὸ στῆθος post δεύτ. om. A. || 14. εἰ δέ τοι κεν A, εἰ δέ κεν edd. || 15. ὀλίγην AB. | γέ μεν A. | εἰλύε A, ἰλύϊ B, εἱλύει edd., εἱλύοι comi. Scal. || 16. μετʼ ὄπισθεν A. | φαίνοι] τεῦχε A, τεύχοι edd. 17. ἐπιπαμφ. B. || 18. εὕροιο A. | περισκοπέειν LM V, περισκο- πεύειν ed. pr. || 20. τοῦ δήιοι τοῦ μὲν B, τοῦ δήτοι τὰ μὲν edd 21. ἱππουραῖα A edd. | ἄγχουσιν Vat. || 23. σημειοῦται, ἔστιν])

    86
    φότεροι〉 ἅμα μεσουρανοῦσιν, ὥστε ἀδιάφορον ἢ ἐπὶ τοῦ ἑνὸς εἰπεῖν ἢ ἐπʼ ἀμφοτέρων οὕτως· ἱκανὸν γὰρ διεστήκασιν οἱ ὦμοι τοῦ Κενταύρου ἀπʼ ἀλλήλων ὡς

    ἀπʼ ἀνατολῆς πρὸς δύσιν. ἐὰν δὲ ὁ ὦμος τοῦ Κενταύρου ἴσον ἀπʼ ἀνατολῆς καὶ δύσεως ἀπέχῃ, περ ἐστὶ τὸ αὐτὸ τῷ ἀπὸ ἑσπερίης, ὃ δὴ γίνεται μεσουρανοῦντος αὐτοῦ, κἂν ἐπιγένηται τὰ ὅμοια σημεῖα τοῖς ἐπὶ τοῦ Θυτηρίου, τότε εὖρον, ἀλλʼ οὐ νότον δεῖ προσδέχεσθαι.

    Χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ, λέγων τὸν Κένταυρον ὑπὸ τῷ Σκορπίῳ καὶ ταῖς Χηλαῖς κεῖσθαι· ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται, πλὴν ὅσον ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χεὶρ καὶ τὰ ἐμπρόσθια

    σκέλη τοῦ ἵππου ὑπὸ τὰς Χηλὰς τέτανται. ὁ γὰρ ἑπό- μενος μάλιστα τῶν ἐν τῇ κεφαλῇ ἀστὴρ ἐπέχει Παρθένου μοίρας κθʹ, ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ ὤμου ἐπέχει Χηλῶν μοίρας δʹ, ὁ δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις σκέλεσιν ἐπέχει Παρθένου περὶ μοίρας ιγʹ. πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππούραια ὑπὸ ταῖς Χηλαῖς; παραπέμπει δὲ καὶ τοῦτο ὁ Ἄτταλος, ὡς εὖ εἰρηκότος αὐτοῦ.

    Ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερό- μενον παῤ αὐτοῦ·

  • αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
  • ἀντία δινωτοῖο Θυτηρίου·
  • μεταξὺ γὰρ τῆς δεξιᾶς χειρὸς καὶ τοῦ Θυ〈μια⟩τηρίου τό τε Θηρίον ὅλον κεῖται καὶ τοῦ Σκορπίου τὰ πλεῖστα [*](2. εἰπεῖν om. B. | 2—4. ἱκανὸν γὰρ — πρὸς δύσιν] hoc loco inserenda esse videbantur verba, quae praebent post προσδέ- χεσθαι AB edd. || 5. ἀπὸ ἀνατ. AB. | ἀπέχει Vat. | ὅπέρ ἐστι AB ed. pr. || 7. κἂν] καὶ B. || 8. εὗρον Vat. | δεῖν scrib. esse)
    88
    μέρη. ἡ μὲν γὰρ δεξιὰ χεὶρ περὶ τὴν ηʹ μοῖραν· τῶν Χηλῶν κεῖται, τὸ δὲ Θυμιατήριον ὑπὸ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου, ὡς καὶ αὐτὸς ὁ Ἄρατος λέγει·
  • αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο,
  • Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.