In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
Χωρὶς δὲ τούτων ὁλοσχερῶς ἀγνοεῖ, λέγων τὸν Κένταυρον ὑπὸ τῷ Σκορπίῳ καὶ ταῖς Χηλαῖς κεῖσθαι· ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται, πλὴν ὅσον ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χεὶρ καὶ τὰ ἐμπρόσθια
σκέλη τοῦ ἵππου ὑπὸ τὰς Χηλὰς τέτανται. ὁ γὰρ ἑπό- μενος μάλιστα τῶν ἐν τῇ κεφαλῇ ἀστὴρ ἐπέχει Παρθένου μοίρας κθʹ, ὁ δὲ ἐπὶ τοῦ δεξιοῦ ὤμου ἐπέχει Χηλῶν μοίρας δʹ, ὁ δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις σκέλεσιν ἐπέχει Παρθένου περὶ μοίρας ιγʹ. πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππούραια ὑπὸ ταῖς Χηλαῖς; παραπέμπει δὲ καὶ τοῦτο ὁ Ἄτταλος, ὡς εὖ εἰρηκότος αὐτοῦ.
Ἀκολούθως δὲ τούτοις ἠγνόηται καὶ τὸ ἐπιφερό- μενον παῤ αὐτοῦ·
Ἐν δὲ τοῖς ἐξῆς περὶ τῶν τροπικῶν καὶ τοῦ ἰση- μερινοῦ καὶ τοῦ ζῳδιακοῦ κύκλου λέγων φησίν·
„τερον.“ καὶ ὅτι γίνεται τοῦτο, καὶ Εὔδοξός φησι. λέγει γοῦν ἐν τῷ Ἐνόπτρῳ όὕτως· „φαίνεται δὲ „διαφορὰν τῶν κατὰ τὰς τροπὰς τόπων καὶ ὁ ἥλιος ,,ποιούμενος, ἀδηλοτέραν δὲ πολλῷ καὶ παντελῶς „ὀλίγην.“
Δοκεῖ δή μοι καὶ ἐν τούτοις ὁ Ἄτταλος ἀγνοεῖν, ὑπολαμβάνων τὸν ἥλιον ποτὲ μὲν νοτιωτέρας, ποτὲ δὲ βορειοτέρας ποιεῖσθαι τὰς τροπάς, καὶ διὰ τοῦτο δεῖν [*](1. περὶ τὴν ηʹ μοῖραν *] περὶ τὰ μέρη vulg.; περὶ τὰ πρῶτα μέρη coni. Maass. || 5. αἰώρηται AUr., αἰώρειται ed. pr. ||8. κύκλου om. B. || 9. δὲ πλατέες B. || 12. 13. ὁ Ἄτταλος — δὲ πλατέες)
ὁμοίως αὐτὸν παραλλάσσει. τούτου δὲ γινομένου ἔδει τὰς τῆς σελήνης ἐκλείψεις πολὺ διαφωνεῖν πρὸς τὰς συντασσομένας ὑπὸ τῶν ἀστρολόγων προρρήσεις, ὑποτιθεμένων γε δὴ αὐτῶν ἐν ταῖς πραγματείαις τὸ μέσον τῆς σκιᾶς φέρεσθαι ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου· οὐ διαφωνοῦσι δὲ πλέον ἢ δακτύλοις δυσί, σπανίως δὲ σφόδρα ποτὲ πρὸς τὰς χαριέστατα
συντεταγμένας πραγματείας. τό γε μὴν λέγειν τηλι- κοῦτον πλάτος ἔχειν καὶ τοὺς κύκλους ἴσον ἐστὶ τῷ ἀπλατεῖς αὐτοὺς ὑποτίθεσθαι, χωρὶς τοῦ καὶ αὐτὸ τοῦτο ἄδηλον εἶναι, πότερον παρὰ τὴν τοῦ ἡλίου κίνησιν ἢ παρὰ τὴν τῆς σελήνης τὰ μεγέθη τῶν τῆς
σελήνης ἐκλείψεων ἐπὶ τοσοῦτον διαφωνεῖ. ἔπειτα τοὺς τροπικούς μόνον διὰ τοῦτο πλατεῖς ὅ τε Ἄρατος ἔλεγεν 〈ἂν〉 καὶ οἱ μαθηματικοὶ ὑπετίθεντο, τὸν δὲ ἰσημερινὸν οὐκέτι. καθόλου τε οἶμαι τοὺς μαθημα- τικοὺς ἅπαντας τοὺς εἰρημένους 〈κύκλους〉 ἀπλατεῖς ὑποτίθεσθαι, τούς τροπικοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ἀεὶ φανερὸν καὶ τὸν ἀεὶ ἀφανῆ. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατόν ἐστι τούτους πλάτος ἔχοντας· τὸ γὰρ ἴδιον ἑκάστου περινοητικὴν καὶ ἀπλατῆ γραμμὴν ἔχον
θεωρεῖσθαι συμβέβηκεν. ἔτι δὲ καὶ ὅταν λέγωσι τὸν ἰσημερινὸν καὶ τὸν ζῳδιακὸν τῶν μεγίστων εἶναι ἐν [*](1. διὰ μέσον B ed. pr. hic et infra. || 3. τούτου edd. || 4. δη- λονότι A. || 5. αὐτὸν] αὐτοῖς B edd. || 8. γε om. edd. || 9. τῶν ζωδίου A. || 11 χαριεστάτας AB. || 20 οὐκέτι Vat. P1, οὐκ ἔτι cett. || 23. ἀειφανῆ A. || 24. φανερὸν δυνατόν B | τούτου MV, ς incertum add. P³ || 25. περινοητὴν Ur. | ἔχον] ἔχειν leg. esse vid.)
ἀπλατεῖς αὐτοὺς καὶ διὰ τούτων σημαίνουσιν. οὐδὲν γὰρ τῶν προειρημένων ὑγιῶς ἂν λέγοιτο πλάτος αὐτῶν ἐχόντων· ἰσημερίαν τε οὐκ ἂν ἐν μιᾷ ἡμέρᾳ ἦγεν, ἀλλʼ ἐν πλείοσι· καὶ γὰρ ὁ ἥλιος πλείονας ἂν τῆς μιᾶς ἡμέρας ἐν τῷ ἰσημερινῷ ἐποιεῖτο πλάτος γε δὴ ἔχοντος αὐτοῦ, τά τε γνωμονικὰ θεωρήματα πάντες γράφουσιν ἀπλατεῖς πάντας τοὺς κύκλους ὑποτιθέμενοι, ὡς ἂν τῶν μὲν ὑπὸ τοῦ κέντρου τοῦ ἡλίου γραφομένων, τῶν δὲ ὑπὸ τῆς ἡμετέρας ὄψεως.
Ὅτι δὲ καὶ ὁ Ἄρατος τοῖς μαθηματικοῖς ἀκολούθως ἀπλατεῖς αὐτοὺς νοεῖ ὑπάρχοντας, μάθοι ἄν τις ἔκ τε τοῦ περὶ τοῦ ἰσημερινοῦ λέγειν·
πλάτος εἶχε· καί πάλιν ἐκ τοῦ ἐπὶ τοῦ τροπικοῦ λέγειν·
ἐγκεκλιμένου τοῦ κόσμου· ἀλλὰ μὴν καὶ περὶ τοῦ ζῳδιακοῦ λέγων, ὁτὲ μὲν οὕτως·
μοι δοκεῖ. ἥ τε γὰρ βολὴ τοῦ ὀφθαλμοῦ εὐθεῖά ἐστι καὶ αὕτη ἑξάκι καταμετρεῖ τὸν μέγιστον καὶ ἀπλατῆ κύκλον, ἀλλʼ οὐχὶ τὸν πλάτος ἔχοντα· τοῦ τε ζῳδιακοῦ καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα ἡμικύκλιον ἀνατέλλει καὶ δύνει, τοῦ ἡλίου ἐπὶ τοῦ ἀπλατοῦς καὶ διὰ μέσων τῶν ζῳδίων φερομένου· ἐπὶ γὰρ τοῦ πλάτος ἔχοντος
οὐ δυνατὸν τοῦτο συμβαίνειν. καὶ ἐξ ἄλλων δὲ [*](4. ὅτε B edd. hic et infra. || 5. ἀποτέμνεται adnotat Pet. || 6. ἂν τόσση μιν] ἀντος ἡμίν Vat. P1, αὐτὸς ἡμίν P2, ἂν τόσσἡ- μιν LMV, ἂν τόσσʼ ἡμῖν P3. 9. κώλοιο B. || 10. ἐπὶ] ἐνὶ B. 11. ἀεὶ M V. | δυωδεκάδος ed. pr. || 12. τόσσον A. || 13. τετά- νυσται corr. Scal., τετάνυται A. ed. pr., αἰεί τε τάνυσται Ur., αἰεὶ τανυται (sic) LP3, ἀεὶ τάνυται MV. | τόσσον τέ περ AB. 17. αὐτὴ AV edd., αυτη (sic) L. | ἑξάκισ P (σ add. m. 2), ἑξά- κις Ur. || 20. διὰ μέσου A, διὰ μέσον B ed. pr.)
Ἐν δὲ τοῖς ἑξῆς περὶ τοῦ γαλαξίου κύκλου εἰπὼν ἐπιφέρει, ὅτι ὄντων τεσσάρων κύκλων δύο τούτων ἴσοι εἰσίν, οἱ δὲ δύο πολλῷ ἐλάσσονες, λέγων οὕτως·
οὐκ εὖ δέ μοι δοκεῖ λέγεσθαι οὐδὲ τοῦτο, ὅτι πολλῷ ἐλάσσονές εἰσιν οἱ τροπικοὶ τοῦ ἰσημερινοῦ καὶ τοῦ ζῳδιακοῦ· ἔλασσον γὰρ ἢ τῷ ια΄ μέρει λείπονται αὐτῶν.
Περὶ δὲ τῶν ἀστέρων, οἳ κεῖνται ἐφʼ ἑκατέρου τε τῶν τροπικῶν καὶ ἐπὶ τοῦ ἰσημερινοῦ, γράφει ὁ Ἄρατος τοῦτον τὸν τρόπον·
αἱ μὲν οὖν κεφαλαὶ τῶν Διδύμων οὐ κεῖνται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ. ὁ μὲν γὰρ θερινὸς τροπικὸς τοῦ ἰσημερινοῦ βορειότερός ἐστι μοίραις ὡς ἔγγιστα κδ΄, τῶν δὲ Διδύμων ἡ μὲν ἑπομένη κεφαλὴ βορειοτέρα ἐστὶ τοῦ ἰσημερινοῦ μοίραις λ΄, ἡ δὲ ἡγουμένη μοίραις [*](1. τοὺς om. B. || 4. ὄντων τεσσάρων κύκλων*] τῶν δ΄ (τεσσάρων A) κύκλων vulg. || 5. πολὺ B. 6. δή τοι B edd. | οὐκ ἔτι B edd. || 7. περ] παῤ Ur. || 8. σφέων μέγʼ ἀμείνονος A, τοιδεσφων μεγαμειονος (sic) LP3V, δεσφων μεγ᾿ αμείονος M. | εἰλίσσ. B. || 13. τε om. B edd. || 15. τὸν τρόπον τοῦτον transpon.)