In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Χωρὶς δὲ τῶν εἰρημένων ἀμφότεροι ἀγνοοῦσιν, ὅ τε Ἄρατος καὶ ὁ Ἄτταλος συναποφαινόμενος αὐτῷ, διότι δύνει ὁ Κηρεὺς τῇ ζώνῃ

  • γαῖαν ἐπιξύων, τὰ μὲν εἰς κεφαλὴν μάλα πάντα
  • βάπτων Ὠκεανοῖο· τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ
  • αὐτὸν
  • Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.
  • ἐν γὰρ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ οἶον ἕως τῆς ζώνης δύνει ὁ Κηφεύς, ἀλλʼ οὐδὲ ἕως τῶν ὤμων. οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν· οἱ δὲ μοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες· ὁ μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ πόλου μοίρας λε' Ϟ”, ὁ δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς