In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ἀλλʼ οὐ χρεία σημειοῦσθαι τὸν Κριὸν ἐκ τούτων· οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες τρεῖς λαμ- πρότεροί εἰσι τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας, ἔγγιστα δὲ καὶ τῶν ἐν τῷ Τριγώνῳ [οὐ πολὺ λειπόμενοι αὐτῶν]· καλῶς δέ ἐστιν ἐκφανὴς καὶ ὁ ἐν τοῖς ἐμπρο- σθίοις αὐτοῦ ποσὶ κείμενος.

Ψευδῶς δὲ λέγεται καὶ ταῦτα ὑπὸ τοῦ Ἀράτου·

  • οἱ δʼ ἄῤ ἔτι προτέρω, ἔτι δʼ ἐν προβολῇσι νότοιο,
  • Ἰχθύες.
  • οὐ γὰρ ἀμφότεροι νοτιώτεροί εἰσι τοῦ Κριοῦ, ἀλλʼ ὁ εἷς αὐτῶν. τοῦ γὰρ βορειοτέρου Ἰχθύος οἱ μὲν ἐπὶ τοῦ ῥύγχους μικρῷ νοτιώτεροι ὄντες τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας ἀπὸ τοῦ βορείου πόλου ἀπέχουσι μοίρας οʹ· ὁ. δὲ ἡγούμενος τῶν ἐν τῇ

    οὐρᾷ ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας οηʹ. τῶν δʼ ἐν τῷ Κριῷ ἀστέρων ὁ μὲν βορειότερος καὶ ἐπὶ τοῦ ῥύγχους κείμενος ἀπέχει μοίρας μικρῷ λειπούσας τῶν οηʹ, ὁμοίως δὲ τούτῳ καὶ ὁ βορειότερος τῶν ἐν [*](4. ἀμφοτέρηισʼ, ἣ δʼ οὔτι ed Maass, ἀμφοτέρῃσι δʼ οὔτι A, ἀμφοτέραις· ἡδʼ οὔτι LP3V, ἀμφοτέραις· ἥδ᾿ οὔτι M edd. || 10. τῷ om. A. | [οὐ πολὺ κτλ.] glossema esse videtur. || 11. δʼ ἔστιν A. || 14. προτέρῳ P1P2LP3. || 20. πόλου] πολὺ A. | μ° Θ B ed. pr. || 21. ἀπὸ om. B edd. || 22. δὲ ἐν edd. | βορειώτερος abhinc semper ed. pr. | 22—24. ἐπὶ τοῦ ῥ. — βορειότερος om. LM V, at in L addita sunt ab eodem scriba in margine supe-)

    60
    τῇ οὐρᾷ· οἱ δὲ ἐν ὅλῳ τῷ σώματι κείμενοι τοῦ Κριοῦ πάντες εἰσὶ νοτιώτεροι τούτων. δῆλον οὖν ὅτι βορειό- τερός ἐστιν ὁ εἷς τῶν Ἰχθύων τοῦ Κριοῦ.

    Ἐν δὲ τοῖς περὶ τὸν Κριὸν καὶ ὁ Ἄτταλος ἀγνοεῖ, λέγων οὕτως· „κατανοῶν δὲ τὸν Κριὸν οὔτε ἀκριβῶς „διατετυπωμένον, οὔτε λαμπροὺς ἀστέρας ἔχοντα, δυνα- μένους ἂν καὶ ἐν σελήνῃ λαμπρῶς θεωρεῖσθαι, διά „τε τῶν παρακειμένων ἄστρων πειρᾶται τὴν θέσιν „αὐτοῦ διασαφεῖν καὶ διὰ τῶν τὸν αὐτὸν αὐτῷ κύκλον

    „φψερομένων.“ χωρὶς γὰρ τοῦ λαμπροὺς αὐτὸν ἔχειν ἀστέρας, τοὺς ἐν τῇ κεφαλῇ, ὡς ἔφαμεν, καὶ τὸν ἐν τοῖς ἐμπροσθίοις ποσί, καὶ ἀπεκδέχεσθαί μοι δοκεῖ, ὑπολαμβάνων διασαφεῖν αὐτὸν τὴν θέσιν τοῦ Κριοῦ φανερὰν ἔσεσθαι διὰ τῶν τὸν αὐτὸν κύκλον τῷ Κριῷ φερομένων. καὶ 〈γὰρ οὐ〉 τούτου χάριν ἐπισημαίνεται, ἀλλὰ τὸ παρεπόμενον τῷ Κριῷ διασαφῶν ἐπιφέρει οὕτως·

  • μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι
  • Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.
  • Ἐν δὲ τοῖς ἐξῆς ἀγνοεῖ ὁ Ἄρατος, λέγων περὶ τοῦ Περσέως·

  • ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
  • Πληϊάδες φορέονται.
  • πολὺ γὰρ ἀπέχει τὸ ἀριστερὸν γόνυ τοῦ Περσέως ἀπὸ τῶν Πλειάδων. ὁ δὲ Ἄτταλός φησι μὴ δεῖν δέχεσθαι [*](1. οἱ δὲ] οὐδʼ A. || 6. τετυπωμένον B. | δυν. ἂν καὶ*] δυν. δὲ καὶ vulg.; οὐ δυν. δὲ coni. Scal. || 8. ἄστρων *] ἀστέρων vulg. 9. αὐτοῦ*] αὐτῶν vulg. || 11. καὶ τὸν*] καὶ τοὺς vulg. || 12. καὶ ἀπεκδ.] κακῶς ἀπεκδ. coni. Scal. || 13. ὑπολαμβάνειν A. || 16. ἐπι- φέρει ἐπιλέγει vulg. || 18. μεσσοθι L. | ἧιχι L. | ἄκρα MV. || 22. ἐπὶ γουνίδος A, ἐπιγούνιδος M, sine acc. LV. | ἥλιθα A. ||)
    62
    τὸ „ἄγχι“ ἀντὶ τοῦ „ἐγγύς“, ἀλλʼ ἀντὶ τοῦ „ἐγγυτάτω“· „βούλεται γὰρ λέγειν“, φησίν, „ἐγγυτάτω τῶν Πλει- „άδων κεῖσθαι τὸ ἀριστερὸν γόνυ παρὰ τοὺς λοιποὺς

    „ἀστέρας.“ οὐκ εὖ δὲ λέγει τοῦτο· οἱ γὰρ ἐν τῷ ἀρι- στερῷ ποδὶ τοῦ Περσέως δύο λαμπροὶ καὶ ἔτι 〈ὁ〉 ἐν τῇ ἀριστερᾷ κνήμῃ πολλῷ ἐγγίονές εἰσι τῶν Πλει- άδων ἤπερ τὸ ἀριστερὸν γόνυ.

    Ψευδῶς δὲ λέγεται ὑπὸ τοῦ Ἀράτου καὶ τὸ τὰς Πλειάδας ἓξ μόνον ἀστέρας περιέχειν·

  • ἑπτὰ (γάρ φησιν) ἐκεῖναι ἐπιρρήδην καλέονται,
  • ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι.
  • λανθάνει δὲ αὐτόν· τῷ γὰρ ἀτενίσαντι ἐν αἰθρίῳ καὶ ἀσελήνῳ νυκτὶ φαίνονται ἀστέρες ἑπτὰ ἐν αὐτῇ περιεχό- μενοι. ὅθεν καὶ διαπορήσειεν ἄν τις, πῶς ὁ Ἄτταλος ἐξηγούμενος τὰ περὶ τὰς Πλειάδας παρέπεμψε καὶ τοῦτο τὸ διάπτωμα ὡς εὖ εἰρηκότος αὐτοῦ.

    Πάλιν δὲ ὁ Ἄρατος ἐν τοῖς ἑξῆς ἀγνοεῖ, ἐπὶ τοῦ Ὄρνιθος λέγων·

  • ἀλλʼ ὁ μὲν ἠερόεις· τὰ δέ οἱ ἔπι τετρήχυνται
  • ἄστρασιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
  • καὶ γὰρ πολλοὺς καὶ λαμπροὺς ἀστέρας ἔχει ὁ Ὄρνις, τὸν δὲ ἐν τῇ οὐρᾷ καὶ σφόδρα λαμπρόν, ἔγγιστά τε ἴσον τῷ ἐν τῇ Λύρᾳ λαμπρῷ.

    [*](2. φησίν om. B. || 6. ἐγγίοντές εἰσι B. || 8. ψεῦδος A. 11. οἷσίπερ Vat. LP3V, οἷαιπερ P1P2 Ur., οἶοιπερ M, οἴσιπερ ed. pr. || 15. περὶ τῆς πληιάδος B. || 16. τὸ om. B edd. | ὡς εὑρηκότος αὐτοῦ AB (εὑρηκότως M). || 17. δὲ*] τε vulg. |ἐντὸς ἐν τοῖς A. || 19. ἡερόης, sed η ult. in ras. P2, ἠερόης ed. pr. |)
    64

    Ἐν δὲ τοῖς ἑξῆς ὁ Ἄρατος εἰπὼν περὶ τοῦ μηκέτι δεῖν νυκτοπλοεῖν, ὅταν τὸν Τοξότην ὁ ἥλιος ἄρξηται διαπορεύεσθαι, σημεῖα βουλόμενος ὑποδεῖξαι τοῦ καιροῦ τούτου φησί·

  • σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
  • Σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.
  • ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου
  • Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
  • Σκορπίος ἀντέλλων, ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον.
  • τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
  • ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ
  • ἀθρόος Ὠρίων, Κηφεὺς δʼ ἀπὸ χειρὸς ἐπʼ ἰξύν.
  • περὶ δὲ τούτων ὁ Ἄτταλος προενεγκάμενος αὐτίκα γράφει ταυτί· „τὰ μὲν οὖν λοιπὰ μετρίως εἴρηκεν „ἐν τούτοις ὁ ποιητής· τὸ δὲ περὶ τοῦ Κηφέως ὁμολογου- „μένως ἠγνόηκε, φήσας αὐτὸν δύεσθαι κατὰ τὸν καιρὸν „τοῦτον· οὐ γὰρ δύσιν, ἀλλʼ ἐκ τῶν ἐναντίων ἀνατολὴν

    „τότε ποιεῖται. καὶ τοῦτο διʼ αὐτῶν τῶν ποιημάτων „φανερὸν γίνεται· τῆς μὲν γὰρ δύσεώς φησιν αὐτὸν „ἄρχεσθαι, καθʼ ὃν καιρὸν αἱ Χηλαί, πρὸς τῇ ἀνατολῇ „οὖσαι, μέλλουσιν ἀναφέρεσθαι, πάντα δʼ αὐτοῦ δεδυ- „κέναι τὰ μέρη τὰ δυνάμενα δύεσθαι, ὅταν ὁ Σκορπίος „πρὸς τῇ ἀνατολῇ γένηται.“

    [*](3. νυκτοπλοεῖν*] πυκνοπλοεῖν vulg. | ὅτʼ ἂν LM hic et sic semper, variant P3V edd. || 6. post ἐκείνου καὶ add. Vat. P2, κὸ P1. || 8. μέγα] μετὰ ALMV, sed in marg. corr. μέγα L (m. 3) V; μέγα μετα τόξον P3. || 11. τημὸς V, sine acc. L. | κεφαλὴν B. κυνοσούριδος AB ed. pr. || 13. ἀθρόως A. | ἐπιξήν LP3M, sed L corr. in ras. ἐπιξύν, M corr. ἐπιξίαν; ἐπιξίων V, sed in marg. corr. ἐπιξήν. || 14. περὶ τούτου B, περὶ δὲ τούτου edd. || 16. ἐν τούτοις om. B edd. | περὶ om. B. | ὡμολογ. P3M. || 17. τὸν om. B edd.)
    66