In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ἔλασσον τῶν γʹ μοιρῶν. ὅτι δὲ ἐπὶ τῶν ἐμπροσθίων ποδῶν κεῖται ὁ νοτιώτερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ, φανερὸν ποιεῖ ὁ μὲν Εὔδοξος λέγων οὕτως· [*](1. ἔχων τὰ τῶν A. || 5. οὕτω edd. || 7. μέσην A. || 9. μέσῃ AP3M | ὕπο corr. Maass hic et infra, ὑπὸ vulg. || 14. ἔστιν)

46
„πρὸ δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ „ἐστι λαμπρός.“ ὁ δὲ Ἄρατος·
  • οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε
  • εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων.
  • τοῦ γὰρ νοτιωτέρου τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ εἷς μόνος προηγεῖται λαμπρὸς ἀστήρ, ὁ νῦν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι δεικνύμενος. καθόλου τε οἱ ἀρχαῖοι πάντες τὴν Ἄρκτον ἐκ τῶν ἑπτὰ μόνων ἀστέ-

    ρων διετύπουν. φανερὸν δὲ μᾶλλον γίνεται τὸ λεγό- μενον ὑφʼ ἡμῶν ἐπὶ τῆς Μικρᾶς Ἄρκτου. ὁμολογου- μένως γὰρ ἐπʼ ἐκείνης ἥ τε κεφαλὴ καὶ οἱ πόδες ἐν τοῖς τέσσαρσιν ὑπʼ αὐτῶν τίθενται τοῖς τὸ πλινθίον περιέχουσιν· ἄλλοι γὰρ αὐτοῖς ἐκφανεῖς οὐ παράκεινται, καθάπερ τῷ μεγάλῳ πλινθίῳ, ὥστε συσχηματίσαι τὴν κεφαλὴν αὐτῆς καὶ τοὺς πόδας περιλαμβανομένους ὑπὸ τῆς σπείρας τοῦ Δράκοντος, ὥς φησι·

  • σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν
  • εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις.
  • Τούτων δʼ οὕτως ἐχόντων, πῶς ἐστι δυνατὸν ὑπὸ τὴν Ἄρκτον τούς τε Διδύμους καὶ τὸν Καρκίνον κεῖσθαι, εἴπερ ἥ τε κεφαλὴ καὶ οἱ ἐμπρόσθιοι πόδες αὐτῆς κατὰ

    τὴν γʹ τοῦ Λέοντος κεῖνται μοῖραν; δεῖ οὖν ὑπὸ μὲν τὴν Ἄρκτον τὸν Λέοντα μόνον τετάχθαι· ὁ γὰρ ἐν τοῖς ὀπισθίοις αὐτῆς ποσίν, ἐφʼ ὧν ἐστιν ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ, τοῦ Λέοντος ἐπέχει

    ἔλασσον τῶν κεʹ μοιρῶν. τοῖς δʼ ὅλοις, εἴπερ προέκειτο [*](3. οιόσοιπρὸ (sic) LP3V, οἱόσοιπρο πρὸ M, οἷος οἱ πρὸ ed. pr. || 4. ὑπωμαίων corr. Maass, ὑπʼ ὠμ vulg. || 14. ad συσχημ. in marg. εὐ corr. M, ad εὐσχημ in marg. σϋ corr. V. 16. σπείρας*] σπείρης vulg. || 19. τούτου δʼ οὕτως ἔχοντος B edd. |)

    48
    σημῆναί τινα ζῴδια καθʼ ὅλην τὴν Ἄρκτον, ἔδει τὴν Παρθένον ὑπʼ αὐτὴν τάξαι, καὶ νὴ Δία, μέρος τῶν Χηλῶν· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου, ὅς ἐστιν ἔσχατος τῶν πρὸς ἀνατολὰς τῶν ἑπτά, κατὰ παράλληλον

    τῷ ἰσημερινῷ κύκλον ἐπέχει Χηλῶν μοίρας δʹ. λέγω δὲ ὡς τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων ὑπαρχόντων. εἰ μέντοι γε τὰ εἰρημένα 〈σημεῖα〉 κατὰ μέσα τὰ ζῴδια κεῖται, ὡς Εὔδοξός φησιν, ὑπὸ μὲν τοὺς ὀπισθίους πόδας τῆς Ἄρκτου οὐ τὸν Λέοντα ἔδει τιθέναι, ἀλλὰ τὴν Παρθένον. ὁ μὲν γὰρ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ ἐπέχει κατὰ τὴν προειρημένην διαίρεσιν τοῦ ζῳδιακοῦ τῆς Παρθένου περὶ μοίρας ιʹ, ὁ δὲ βορειότερος τῆς Παρθένου

    περὶ μοίρας ιϚʹ. κατὰ δὲ τὴν κεφαλὴν καὶ τοὺς ἐμ- προσθίους πόδας ἔδει τεθεικέναι τὸν Λέοντα· οἱ γὰρ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ἐφέξουσι κατὰ τὴν

    προειρημένην διαίρεσιν Λέοντος μοίρας ιηʹ. δῆλον δὲ ἐκ τῶν εἰρημένων, [καὶ] διότι ὑφʼ ὅλην τὴν Ἄρκτον 〈καὶ〉 κατὰ τὸν Εὔδοξον δεῖ κεῖσθαι [τὸν Καρκίνον καὶ] τὸν Λέοντα καὶ τὴν Παρθένον καὶ τὰς Χηλάς· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου ἐπέχει κατὰ τὴν αὐτὴν διαίρεσιν τοῦ ζῳδιακοῦ Χηλῶν περὶ μοίρας ιθʹ.

    Πάλιν δὲ ὁ Ἄρατος περὶ τοῦ Ἡνιόχου λέγων ἐπιφέρει ταυτί·

  • ἀλλʼ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο
  • εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών.
  • διαφωνεῖν οὖν μοι δοκεῖ πρὸς τὰ φαινόμενα καὶ ἐν τού- τοις· τοῦ γὰρ Ἡνιόχου οἱ πόδες μόνον ἅμα τῷ Ταύρῳ [*](1. σημάναι B. || 2. νὴ διὰ edd., corr. Migne. || 4. καὶ τὰ παράλλ. A, καταπαράλλ. LP3. || 5 κύκλον*] κύκλω vulg. | μοίρας abhinc saepius μοῖ abbr. A. || 11. πληνθίῳ LMV hic et infra. ||)
    50
    συναναφέρονται, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα τοῖς Ἰχθύσι

    κοὶ τῷ Κριῷ συνανατέλλει. καὶ αὐτὸς δὲ ἐν τοῖς ἑξῆς φησιν·

  • ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ
  • Ταύρῳ συμφορέονται.
  • ἀλλʼ ὅσα λέγει Ταύρῳ συναναφέρεσθαι, ταῦτα κατʼ αὐτὸν ἅμα τῷ Κριῷ ἀνατέλλει. ἐπὶ πάντων γὰρ τῶν ἄστρων ἐν ταῖς Συνανατολαῖς οὕτως σημαίνει, οἷον τῆς ἀρχῆς τοῦ ζῳδίου ἐπὶ τῆς ἀνατολῆς οὔσης, τίνα

    ἀνατεταλκότα ἐγγὺς τοῦ ὁρίζοντος φαίνεται. τοῦ μὲν ἀριστεροῦ ποδὸς πολὺ προανατέλλει ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατʼ αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ὁ ἀριστερὸς ποὺς τὸ