De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Οὗτος καὶ Οὑτοσὶ διαφέρει. Οὑτοσὶ μὲν γὰρ μετὰ τοῦ ι δεκτικὸν μόριον· Οὗτος δὲ, δεκτικὸν καὶ ἀναφορικόν.

Οὐδὲν διὰ τοῦ δ καὶ Οὐθὲν μετὰ τοῦ θ μακρῶς διαφέρει. τὸ μὲν γὰρ Οὐδὲν δῆλον, ἐκ τοῦ οὔτε καὶ ἓν σύγκειται, ἤγουν οὔτε ἓν, οὔτε δύο.

Ὀλίγον καὶ Μικρὸν διαφέρει. τὸ μὲν γὰρ Ὀλίγον ἐπὶ ἀριθμοῦ· τὸ δὲ Μικρὸν ἐπὶ μεγέθους τέτακται.

Ὁ Ὄρθρος καὶ Πρωῒ διαφέρει. Ὄρθρος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ὥρα· Πρωῒ δὲ, τὸ ἐκ τῆς ἡλίου περιωπῆς φῶς, ὡς καὶ τὸ ὀψὲ καὶ ἑσπέρας.

Οὕνεκα καὶ Εἵνεκα διαφέρει. τὸ μὲν Οὕνεκα σημαίνει τὸ ὅτι· τὸ δὲ Εἵνεκα, ἀντὶ τοῦ χάριν.

Ὅτι καὶ Διότι διαφέρει. τὸ μὲν γὰρ Διότι αἰτίαν δηλοῖ· τὸ δὲ Ὅτι, ποτὲ μὲν αἰτίαν, ποτὲ δὲ βεβαίωσιν. αὐτίκα, ὅτι μὲν ἐκλείπει ἡ σελήνη, ἴσμεν, διότι δὲ, οὐκέτι.

Οἴκαδε τοῦ Εἰς οἶκον διαφέρει. Τὸ μὲν γὰρ εἰς τὴν οἰκίαν βαδίζειν, Οἴκαδε φαμέν· τὸ δὲ εἰς ἑτέραν, Εἰς οἶκον.