De diversis verborum significationibus (= Περὶ διαφόρους σημασίας κατ’ ἀλφάβητον) (epitome operis Herennii Philonis)

Philo of Byblos

Philo of Byblos. Ammonius. De differentia adfinium vocabulorum. Valckenaer, Ludwig Caspar, editor. Leipzig: Ioannis Augustus Gottlieb Weigel, 1822.

Ἄμητος καὶ Ἀμητὸς διαφέρει. Ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρους· Ἀμητὸς δὲ, ὁ θερισμός.

Ἀπολείπει καὶ Ἐκβάλλει διαφέρει. Ἀπολείπει μὲν ἡ γυνὴ τὸν ἄνδρα· Ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα.

Ἀντικρὺ μὲν τὸ ἐπ’ εὐθείας, ὀξυτόνως· Ἄντικρὺς δὲ, τὸ διαῤῥήδην καὶ φανερῶς.

Ἀμφὶ μὲν σημαίνει τὸ περί· Ἀμφὶς δὲ, τὸ χωρὶς, ἀμφοτέρωθεν.

Ἀκταὶ μὲν οἱ πετρώδεις τόποι ἐν τῇ θαλάσσῃ· Θῖνες δὲ, οἱ αἰγιαλοί.

Ἀναφορὰ καὶ Εἰσφορὰ διαφέρει. Ἀναφορὰ γάρ ἐστι τὸ ὑποτεταγμένων δούλων τελούμενον τοῖς δεσπόταις· τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον τέλος, Εἰσφορά.

Ἁρπαγὴ μὲν γὰρ ἡ αἰφνίδιος ἁρπαγὴ, καὶ ἀφαίρεσις μετὰ βίας· Ἁρπάγη δὲ, ὡς ἀνάγκη.

Ἀσφόδελος, τὸ φυτόν· Ἀσφοδελὸς δὲ, τόπος, ἐν ᾧ ὁ ἀσφόδελος γίνεται.

Ἀνδραγαθία Ἀνδρείας διαφέρει. Ἀνδρεία μὲν γάρ ἐστι δύναμις σώματος ἐπαινουμένη· Ἀνδραγαθία, τῆς κατὰ ψυχὴν ἀρετῆς μαρτυρία.

Ἅμα καὶ Ὁμοῦ διαφέρει. Ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίῤῥημα· Ὁμοῦ δὲ, τοπικόν. Ἅμα μὲν οὖν ἐγένοντο Σκύθαι, εἴ περ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν· Ὁμοῦ μέντοι οὐκέτι, οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννή θησαν, ἀλλ’ οἱ μὲν Ἕλληνες Ἀθήνησι, οἱ δὲ ἐν Σκυθίᾳ.

Αἶνος καὶ Παροιμία διαφέρει. ὁ μὲν γὰρ Αἶνος, ὃς καὶ παραίνεσις λέγεται, ἔστι λόγος μυθικὸς ἐκφερόμενος

ἀπὸ ἀλόγων ζώων, ἢ φυτῶν, πρὸς ἀνθρώπων παραίνεσιν· Παροιμία δὲ, τὴν ἀπὸ τοῦ κεφαλαίου ἐπὶ στοιχεῖον ἀναφορὰν ἐνδέουσαν τοῦ αἶνου.

Ἄρτι καὶ Ἀρτίως διαφέρει. Ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίῤῥημα· τὸ δὲ Ἀρτίως, ἐπὶ τοῦ ἀπηρτισμένου καὶ τελείου.

Ἄρα καὶ Ἆρα διαφέρει. ὁ μὲν γὰρ μετὰ προπερισπωμένης λεγόμενος, σύνδεσμος ἀπορηματικός ἐστιν· ὅταν διαπο ροῦντες λέγομεν, ἆρα πῶς ἕξει τὸ πρᾶγμα. ὁ δὲ κατὰ συστολὴν, ἐπὶ παρωχηκότος χρόνου. ὡς τὸ, Ἀλλ’ ἃ μὲν γὰρ ἀκράτιστε βασιλεῦ.

Αἴθε καὶ Ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμφατον πρόσωπον ☼)· τὸ δὲ Ὤφελον ἐμφαίνει πρόσωπον. Ἄλλως, τὸ μὲν Αἴθε ἐστὶν ἐπίῤῥημα· τὸ δὲ Ὤφελον, ῥῆμα καὶ ἐπίῤῥημα.

Ἆθλος ἀρσενικῶς καὶ Ἆθλον οὐδετέρως διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ· οὐδετέρως δὲ, τὸ ἔπαθλον.