Allegoriae (= Quaestiones Homericae)

Heraclitus

Heraclitus. Heracliti Allegoriae Homericae. Mehler, E., editor. Leiden: Brill, 1851.

Μέγας ἀπ’ οὐρανοῦ καὶ χαλεπὸς ἀγὼν Ὁμήρῳ καταγγέλλεται περὶ τῆς εἰς τὸ θεῖον ὀλιγωρίας. Πάντως γὰρ ἠσέβησεν, εἰ μηδὲν ἠλληγόρησεν· ἱερόσυλοι δὲ μῦθος καὶ θεομάχου γέμοντες ἀπονοίας δι’ ἀμφοτέρων τῶν σωματίων μεμήνασιν. ὥστε εἴ τις ἄνευ φιλοσόφου θεωρίας, μηδενὸς αὐτοῖς ὑφεδρεύοντος ἀλληγορικοῦ τρόπου νομίζοι κατὰ ποιητικὴν παράδοσιν εἰρῆσθαι, Σαλμωνεὺς ἂν Ὅμηρος εἴη, καὶ Τάνταλος, ἀκόλαστον γλῶσσαν ἔχων, αἰσχίστην νόσον, ὥστε ἔμοιγε καὶ σφόδρα συμβέβηκε

θαυμάζειν, πῶς ὁ δεισιδαίμων βίος, ὁ ναοῖς καὶ τεμένεσι καὶ ταῖς διὰ ἔτους ἑορταῖς προςτρεπόμενος, οὕτω τὴν ὁμηρικὴν ἀσέβειαν ἐνηγκάλισται φιλοστόργως τοὺς ἐναγεῖς λόγους διὰ στόματος ἄγων· εὐθὺς γὰρ ἐκ πρώτης ἡλικίας τὰ νήπια τῶν ἀρτιμαθῶν παίδων διδασκαλίᾳ παρ’ ἐκείνῳ τιτθεύεται, καὶ μονονοὺ ἐνεσπαργανωμένοις τοῖς ἔπεσιν αὐτοῦ καθαπερεὶ ποτίμῳ γάλακτι τὰς ψυχὰς ἐπάρδομεν. ἀρχομένῳ δ’ ἑκάστῳ συμπαρέστηκε, καὶ κατ’ ὀλίγον ἀπανδρουμένῳ ἐς τελείους συνακμάζει, καὶ κόρος οὐδὲ εἷς ἄχρε γήρως·
ἀλλὰ πανσάμενοι διψῶμεν αὐτοῦ πάλιῳ· καὶ σχεδὸν. ἓν πέρας Ὁμήρῳ παρ’ ἀνθρώποις, ὃ καὶ τοῦ βίου.

Δι’ ὧν σαφὲς οἶμαι καὶ πᾶσιν εὔδηλον, ὅτι οὐδεμία κηλὶς ἐναγῶν μύθων τοῖς ἔπεσιν ἐνεσπείρηται· καθαρὰν δὲ καὶ πάντως ἁγνεύουσαν λύμης ἰλιὰς πρώτη, καὶ μετὰ ταύτην ὀδύσσεια, σύμφωνον ἑκατέρα περὶ τῆς ἰδίας εὐσεβείας κέκραγε φωνήν·

Οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἰσοφαρίζειν.

Οἷος μὲν ἐν οὐρανῷ διὰ τῶν ἐπῶν καθιέρωται Ζεὺς ἀφανεῖ νεύματι σείων· ὡς δὲ Ποσειδῶνος ὁρμήσαντος αἰφνιδίως

τρέμεν οὔρεα μακρὰ καὶ ὕλη.
τὰ αὐτὰ δ’ ὅπερ Ἥρας ἄν τις εἴποι·

Σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον. ὁμοίως δὲ Ἀθηνᾶν παρεστάναι·

Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὅσσε φάανθεν. Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηύγετον περιμήκετον, ἢ Ἑρύμανθον, Τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν.
Ἃ μὲν γὰρ ἐξ ἴσου καὶ κατὰ κοινὸν ὑπὲρ ἁπάντων ἱεροπρεπῶς τεθεολόγηται, τί δεῖ καὶ λέγειν; — — μάκαρες θεοὶ αἰὲν ἐόντες, καὶ — — ἄφθιτα μήδε’ ἔχοντες· ἢ νὴ Δία, δωτῆρες ἐάων, καὶ ῥεῖα ζώοντες.
Οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον, Τοὒνεκ’ ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται.

Τίς δ’ ἐπὶ τούτοις Ὅμηρον ἀσεβῆ λέγειν τολμᾷ;

Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων. ’Ηέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, Καὶ ποταμοὶ, καὶ γαῖα, καὶ οἱ ὑπένερθε καμόντας Ἀνθρώπους τίνυσθον, ὅ τις κ’ ἐπίορκον ὀμόσσῃ·
Ὑμεῖς μάρτυροι ἐστὲ τῆς Ὁμήρου θεοσεβείας, ὅτι πάθεσιν ἐξαιρέτοις ἅπαν νεωκορεῖ τὸ δαιμόνιον, ἐπεὶ καὶ αὐτός ἐστι θεῖος, εἰ δ’ ἀμαθεῖς τινες ἄνθρωποι τὴν ὁμηρικὴν ἀλληγορίαν ἀγνοοῦσιν, οὐδ’ εἰς τὰ μύχια τῆς ἐκείνου σοφίας καταβεβήκασιν, ἀλλ’ ἀβασάνιστος αὐτοῖς ἡ τῆς ἀληθείας κρίσις ἔρριπται, καὶ τὸ φιλοσόφως ῥηθὲν οὐκ εἰδότες, ὃ μυθικῶς δοκεῖ πλάσαι, προςαρμόζουσιν, οὗτοι μὲν ἐρρέτωσαν. Ἡμεῖς δ’, οἳ τῶν ἀβεβήλων ἐντὸς περιρραντηρίων ἡγνίσμεθα, σεμνὴν ὑπὸ νόμῳ τῶν ποιημάτων τὴν ἀλήθειαν ἰχνεύωμεν.

Ἐρρίφθω δὲ καὶ Πλάτων ὁ κόλαξ, Ὁμήρου συκοφάντης, ἔνδοξον ἀπὸ τῆς ἰδίας πολιτείας τὸν φυγάδα

προπέμπων, λευκοῖς ἐρίοις ἀνεστεμμένον, καὶ πολυτελεῖ μύρῳ τὴν κεφαλὴν διάβροχον. οὐδ’ Ἐπικούρου φροντὶς ἡμῖν, ὃς τῆς ἀσέμνου περὶ τοὺς ἰδίους κήπους ἡδονῆς γεωργός ἐστιν, ἅπασαν ὁμοῦ ποιητικὴν, ὥσπερ ολέθριον μύθων δέλεαρ ἀφοσιούμενος. πρὸς οὓς μέγα δή τι στενάξας εἴποιμ’ ἄν·
Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται
Καὶ τὸ πικρότατον, ἀρχὴν ἑκάτεροι τῶν παρ’ ἑαυτοῖς δογμάτων ἔχοντες Ὅμηρον, ἀφ’ οὗ τὰ πλεῖστα τῆς ἐπιστήμης ὠφέληνται, περὶ τοῦτον ἀχαρίστως εἰσιν ἀσεβεῖς. ἀλλ’ ὑπὲρ μὲν Ἐπικούρου καὶ Πλάτωνος αὖθις ἐξέσται λέγειν.

Νυνὶ δ’ ἀναγκαῖον ἴσως μικρὰ καὶ σύντομα περὶ τῆς ἀλληγορίας τεχνολογῆσαι. σχεδὸν γὰρ αὐτὸ τοὔνομα, καὶ λίαν ἐτύμως εἰρημένον, ἐλέγχει τὴν δύναμιν αὐτῆς. Ὁ γὰρ ἄλλα μὲν ἀγορεύων τρόπος, ἕτερα δὲ, ὧν λέγει, σημαίνων, ἐπωνύμως ἀλληγορία καλεῖται· καθάπερ Ἀρχίλοχος μὲν ἐν τοῖς Θρᾳκικοῖς ἀπειλημμένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλαττίῳ κλύδωνι, λέγων ὧδέ πως·

Γλαῦκ’ ὅρα, βάθυς γὰρ ἤδη κύμασιν ταράσσεται ποντος, ἀμφὶ δ’ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος· κιχάνει δ’ ἐξ ἀελπτίης φόβος.

Ἐν ἱκανοῖς δὲ καὶ τὸν Μυτιληναῖον μελοποιὸν εὑρήσομεν ἀλληγοροῦντα. τὰς γὰρ τυραννικὰς ταραχὰς ἐξίσου χειμερίῳ προςεικάζει καταστήματι θαλάσσης

Ἀσυνέτημι τῶν ἀνέμων στάσιν· τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται, τὸ δ’ ἔνθεν· ἄμμες δ’ ὀν τὸ μέσσον νᾶι φορήμεθα σὺν μελαίνᾳ χειμῶνι μοχθεῦντες μεγάλῳ μάλα. πὲρ μὲν γὰρ ἄντλος ἰσοπέδαν ἔχει, λαῖφος δὲ πὰν ζάδηλον ἤδη καὶ λάκιδες μεγάλαι κατ’ αὖτο. Χόλαισι δ’ ἄγκυραι.
Τίς οὐκ ἂν εὐθὺς ἐκ τῆς προτρεχούσης περὶ τὸν πόντον εἰκασίας, ἀνδρῶν πλωϊζομένων θαλάττιον εἶναι νομίσειε φόβον; ἀλλ’ οὐχ οὕτως ἔχει. Μύρσιλος γὰρ ὁ δηλούμενός ἐστι, καὶ τυραννικὴ κατὰ Μυτιληναίων ἐγειρομένη σύστασις. ὁμοίως δὲ τὰ ὑπὸ τούτου αἰνιττόμενος ἑτέρωθί που λέγει·
Τὸ δ’ ηὖτε κῦμα τῶν προτέρων ὄνω στείχει, παρέξει δ’ ἄμμι πόνον πολὺν ἄντλην, ἐπεί κα νᾶος ἔμβᾳ.
κατακόρως ἐν ταῖς ἀλληγορίαις ὁ νησιώτης θαλασσεύει, καὶ τὰ πλεῖστα τῶν διὰ τοὺς τυράννους ἐπεχόντων κακῶν πελαγίοις χειμῶσιν εἰκάζει. Καὶ μὴν ὁ Τήιος Ἀνακρέων ἑταιρικὸν φρόνημα καὶ σοβαρᾶς γυναικὸς ὑπερηφανίαν ὀνειδίζων, τὸν ἐν αὐτῇ σκιρτῶντα νοῦν ὡς ἵππον ἠλληγόρησεν, οὕτω λέγων·
Πῶλε Θρῃκίη, τί δή με λοξὸν ὄμμασιν βλέπουσα νηλεῶς φεύγεις, δοκέεις δέ μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι,
ἡνίας δ’ ἔχων στρέφοιμ’ ἄν σ’ ἀμφὶ τέρματα δρόμου. νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις· δεξιὸν γὰρ ἱπποσείρην οὐκ ἔχεις ἐπεμβάτην.

Καθόλου μακρὸς ἂν εἴην ἐπεξιὼν ἕκαστα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἠλληγορημένων. ἀπόχρη ὀλίγαις εἰκόσι τὴν ὅλην τοῦ πράγματος τεκμηριώσασθαι φύσιν. Ἀλλ’ οὐκ αὐτὸς Ὅμηρος ἀμφιβόλοις, ἔσθ’ ὅτε καὶ ζητουμέναις ἔτι ταῖς ἀλληγορίαις εὑρίσκεται χρώμενος, ἐναργῆ τὸν τρόπον ἡμῖν τῆς ἑρμηνείας παραδεδωκὼς τοῦτον, ἐν οἷς Ὀδυσσεὺς, τὰ πολέμου καὶ μάχης κακὰ διεξιὼν, φησίν;

Ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, Ἀμητὸς δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς.
Τὸ μὲν γὰρ λεγόμενόν ἐστι γεωργία, τὸ δὲ νοούμενον μάχη· πλὴν ὅμως δι’ ἐναντίων ἀλλήλοις πραγμάτων τὸ δηλούμενον ἐπεῖπεν.

Ὁπότ’ οὖν συνήθης μὲν ἅπασι τοῖς ἄλλοις ὁ τῆς ἀλληγορίας τρόπος, ἠγνόηται δὲ οὐδὲ παρ’ Ὁμήρῳ, τί παθόντες, ὅσα φαύλως ἔχειν δοκεῖ περὶ θεῶν, οὐ διὰ τῆς αὐτῆς ἀπολογίας θεραπεύσομεν; τάξις δέ μοι γενήσεται τῶν λόγων ἡ τῶν ὁμηρικῶν ἐπῶν τάξις, ἐν ἑκάστῃ ῥαψῳδίᾳ διὰ λεπτῆς ἐπιστήμης δεικνύντι τὰ περὶ θεῶν ἠλληγορημένα. Ὁ τοίνυν μιαρὸς ἀεὶ καὶ βάσκανος φθόνος οὐδὲ τῆς πρώτης ἐν ἀρχῇ πέφεισται. πολὺς γὰρ αὐτῷ θρυλεῖται περὶ τῆς Ἀπόλλωνος ὀργῆς λόγος, ὅτι τοὺς οὐδὲν αἰτίους Ἕλληνας οἱ μάτην ἀφεθέντες ὀϊστοὶ παρανάλωσαν, καὶ οὕτως ἄδικός ἐστιν ἡ τούτου μῆνις, ὥςθ’ ὁ μὲν ὑβρίσας Χρύσην Ἀγαμέμνων οὐδὲν ἐξαίρετον ἔπαθεν, ὀφείλων, εἴπερ ἠδίκει, κολασθῆναι· οἱ δ’ ἐπιβοήσαντες,

αἰδεῖσθαι θ’ ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα
τῆς ἀγνωμοσύνης τοῦ μὴ πεπεισμένου γεγόνασι παρανάλωμα. Πλὴν ἔγωγε τὴν ὑπολελημμένην ἐν τοῖς ἔπεσιν ἀλήθειαν ἀκριβῶς διαθρήσας, οὐκ Ἀπόλλωνος ὀργὴν οἶμαι ταῦτα, λοιμικῆς δὲ νόσου κακὸν, οὐ θεόπεμπτον, ἀλλ’ αὐτόματον φθορὰν, συστᾶσαν τότε καὶ πολλαχῇ, ὥστε καὶ μέχρι τῶν δεῦρο χρόνων ἐκνέμεσθαι τὸν ἀνθρώπινον βίον. ὅτι μὲν τοίνυν ὁ αὐτὸς Ἀπόλλων ἡλίῳ, καὶ θεὸς εἷς δυσὶν ὀνόμασι κοσμεῖται, σαφὲς ἡμῖν ἔκ τε τῶν μυστικῶν λόγων, οὓς αἱ ἀπόρρητοι τελεταὶ θεολογοῦσι, καὶ τὸ δημῶδες ἄνω καὶ κάτω θρυλούμενον· ἥλιος Ἀπόλλων, ὁ δέ γ’ Ἀπόλλων ἥλιος.

Ἠκρίβωται δ’ ἡ περὶ τούτων ἀπόδειξις καὶ Ἀπολλοδώρῳ, περὶ πᾶσαν ἱστορίαν ἀνδρὶ δεινῷ· τοῦτ’ ἔγωγε τὴν ἐπὶ πλέον ἐξεργασίαν καὶ ἀκαίρου λόγου περιττὸν ὑπερθήσομαι μῆκος· ἐκεῖνο δὲ, ὃ ἐκ τῆς ἡμετέρας εἰκασίας ἀναγκαῖον εἰπεῖν, οὐ παρήσω, δεικνὺς, ὅτι καὶ καθ’ Ὅμηρον αὑτός ἐστιν Ἀπόλλων καὶ ἥλιος. τοῦτο δὲ, εἰ λεπτῶς ἐθέλει σκοπεῖν τις, ἐξ ἁπάντων εὑρήσει τῶν ἐπιθέτων γνώριμον ὄν. Ἀμελεὶ Φοῖβον αὐτὸν εἴωθε συνεχῶς ὀνομάζειν, οὐ μὰ Δία οὐκ ἀπὸ Φοίβης, ἣν Λητοῦς φασὶν εἶναι μητέρα· σύνηθες γὰρ Ὁμήρῳ τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δ’ ἐκ μητέρων οὐκ ἂν εὕροι τις ὅλως παρ’ αὐτῷ. Φοῖβον οὖν, ἀπὸ τῶν ἀκτίνων λαμπρῶν αὐτὸν ὀνομάζει, τὸ μόνον ἡλίῳ προςῆκον ἐξ ἴσου κοινώσας Ἀπόλλωνι. Καὶ μὴν οὐδ’ ἑκάεργον εἰκός ἐστιν Ἑκαέργης ὁμώνυμον

εἶναι, τῆς ἐξ Ὑπερβορέων πρῶτον ἀπαρχὰς ἐπὶ Δῆλον ἐνεγκούσης, ἀλλ’ ἔστιν ἐτύμως ἑκάεργος, ὁ τὰ ἕκαθεν ἐργαζόμενος, τουτέστιν ὁ ἥλιος, ὁ πόρρωθεν ἀφεστὼς τῆς ἡμετέρας γῆς, ὡρῶν ἐπετείων γεωργὸς εὐκαίρως ἐφίσταται, πνίγῃ χειμῶσιν ἀντιμετρῶν, καὶ πλωτοῦ ἀρότου τε, καὶ σπορᾶς ἀμητοῦ τε, καὶ τῶν κατὰ γεωργίαν ἔργων αἴτιος ἀνθρώποις γενόμενος. Λυκηγενῆ δὲ προςηγόρευσεν αὐτὸν, οὐχ
ὡς ἐν Λυκίᾳ γεγενημένον. ἔξω γὰρ τῆς Ὁμηρικῆς ἀναγνώσεως οὗτρς ὁ νεώτερος μῦθος· ἀλλ’ ὥσπερ, οἶμαι, τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει, τὴν τὸ ἦρ γεννῶσαν, ὅπερ ἐστὶν ὄρθρον, οὕτω λυκηγενῆ προςηγόρευσε τὸν ἥλιον, ἐπειδὴ τοῦ κατὰ τὴ ὄρθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος, ἠ ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν· ὅρος γὰρ ἐτησίου χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ δώδεκα ζώδια. Καὶ μὴν χρυσάορον αὐτὸν ὠνόμασεν, οὐχ ὡς ὑπεζωσμένον χρυσοῦν ξίφος· ἀνοίκειον γὰρ Ἀπόλλωνι τὸ ὅπλον τοῦτο· τοξότης γὰρ ὁ θεός· ἀλλ’ ἐπειδήπερ ἐξ ἀνατολῶν χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν, εὑρέθη
πρέπον ἐπίθετον τῷ ἡλίῳ διὰ τὰς ἀκτῖνας τὸ χρυσάωρ. Ὅθεν, οἶμαι, κἀν τῇ θεομαχίᾳ Ποσειδῶνι ἵσταται διαμιλλώμενος. αἰεὶ γὰρ ἄσπειστος ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν ἀποκεκληρωμένων· διὰ τοῦθ’ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη, καὶ παρὰ τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις ἀκτῖσι τοῦ ἡλίου. πρὸς γὰρ Ἀπόλλωνα ποίαν Ποσειδῶν ἔχει πρόφασιν ἐξαίρετον ἀπεχθείας;

Ταῦτα τοίνυν εἰρήσεται, ἀνθ’ ὅτου ποτὲ τὸν αὐτόν ἀπεφηνάμην ἥλιον Ἀπόλλωνι. καὶ τί πειρώμενος κατασκευάζειν; ὅτι αἱ λοιμικαὶ νόσοι τὴν μεγίστην ἔχουσι

τῆς φθορᾶς πρόφασιν τὸν ἥλιον· ὅταν μὲν γὰρ ἡ θέρειος αὐγὴ, μαλακὴ καὶ πραεῖα, δι’ εὐκράτου τῆς ἀλέας ἡσυχῆ διαθάλπηται, σωτήριον ἀνθρώποις ἐπιμειδιᾷ φέγγος· αὐχμηρὰ δὲ καὶ διάπυρος ἐκκαεῖσα, νοσεροὺς ἀπὸ γῆς ἀτμοὺς ἐφέλκεται, κάμνοντα δὲ τὰ σώματα καὶ διὰ τὴν ἀήθη τοῦ περιέχοντος τροπὴν νοσοῦντα, λοιμικοῖς πάθεσιν ἀναλοῦται. τῶν δ’ ὀξέων συμφορῶν αἴτιον Ὅμηρος ὑπεστήσατο τὸν Ἀπόλλωνα, διαρρήδην τοῖς αἰφνιδίοις θανάτοις ἐπιγράφων τὸν θεόν. φησὶ γάρ·
Ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν Οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
Ἐπειδήπερ οὖν ἕνα μὲν καὶ τὸν αὐτὸν ὑφίσταται τῷ Ἀπόλλωνι τὸν ἥλιον, ἐκ δὲ τοῦ λίου τὰ τοιαῦτα τῶν παθημάτων συνίσταται, φυσικῶς ἐπέστησε τῷ λοιμῷ τὸν Ἀπόλλωνα καὶ ὅτι, καθ’ ὃν καιρὸν συνέβαινε τοὺς Ἕλληνας ἐν τῷ λοιμῷ νοσεῖν, θέρειος ἦν ὁ
καιρὸς, ἤδη πειράσομαι διδάσκειν· ὥστε οὐκ ὀργὴν Ἀπόλλωνος, ἀλλ’ αὐτόματον φθορὰν ἀέρος εἶναι τὸ συμβεβηκός. Αὐτίκα τῶν ἡμερῶν τὸ μῆκος εἰς πλείστην ἀμετρίαν ἐκτεινόμενον, ἐλέγχει τὴν ἀκμὴν τοῦ θέρους·
ὅτε τ’ ἤματα μακρὰ πέλονται.
μία γὰρ ἀπὸ τῆς Ἀγαμέμνονος ἀριστείας ἐπὶ τὴν Ἀχιλλέως ἄνοπλον ἔξοδον ἡμέρα παρατείνεται, καὶ τὸ μεῖζον, οὐδ’ ὁλόκληρος·
Ἡέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη Πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι.
χρεωκοπήσασα τῶν ὑπολειπομένων ὡρῶν οὐκ ὀλίγον, οἶμαι, μέρος.

Αἱ δὲ μεταξὺ πράξεις εἰς ὀκτὼ ῥαψῳδίας μερίζονται.

Καὶ πρώτη μὲν ἡ ἐν πεδιάδι· μάχη, πολλὰς ἀνδραγαθίας ἑκατέρων ἐμπεριέχουσα· μετ’ αὐτὴν δὲ ἡ παρὰ τοῖς ἑλληνικοῖς τείχεσι· καὶ τρίτην προστίθημι τὴν ἐπὶ ναυσὶ μάχην ἄχρι τῆς ἀναιρέσεως. Πατρόκλου, καὶ τῆς δι’ ἐκεῖνον Ἀχιλλέως ἐξόδου· πλὴν ὅμως τὸν ἀριθμὸν, οὕτω πολὺν ὂντα, τῶν ἔργων οὐκ ἄπιστον ἡ θέρειος ὥρα πεποίηκεν, αἵ τε νύκτες ἥκιστα χειμέριοι. Πῶς γὰρ ἂν κρύους Ἕκτωρ ἐτόλμησε ταῖς Ἀχαϊκαῖς ἐπινυκτερεῦσαι ναυσίν; Οὐδ’ ἂν αὐλῶν συρίγγων τ’ ἐνοπὴ διὰ τοῦ βαρβαρικοῦ στρατοῦ ἐπαννυχίζετο. στιβὰς γὰρ ἀλεεινὴ καὶ στρατόπεδα τοῖς πολεμοῦσι χειμῶνος εὐτρεπίζεται, τῶν δὲ ὑπαίθρων ἀγώνων ἐκτός εἰσιν. ὥστ’ οὐκ ἂν Ἕκτωρ, τὴν πόλιν ἐκλιπὼν, ἐν ᾗ μετ’ ἀσφαλείας διέτριβεν, ἐλθὼν ἂν
ἐπὶ τῇ θαλάττῃ γυμνὰ τὰ στρατεύματα καθίδρυσεν Πῶς δὲ τῶν κατὰ συμμαχίαν ἐληλυθότων ἕκαστος οὕτω ῥιψοκίνδυνος ἂν ἦν ὡς παρ’ ὥραν ἐφεδρεύειν τοῖς πολεμίοις, καὶ μάλιστα τῆς Ἴδης ὑπερκειμένης ὄρους δυςχειμέρου, καὶ ῥεῖθρα ποταμῶν ἄπειρα πηγαζούσης. ἐκρήγνυται γὰρ ἀπὸ τῶν κατὰ μέρη λαγόνων
Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος Καὶ Σιμόεις.
οἳ καὶ δίχα τῶν ἀπ’ οὐρανοῦ φερομένων ὑετῶν ἱκανοὶ τὸ πεδίον ἦσαν ἐκλιμνάσαι. Φέρε δ’ οὖν. ὑπ’ ἀναισθησίας τοὺς βαρβάρους τὸ ἀσύμφορον ἑλέσθαι ποιεῖν· ἀντὶ τίνος δ’ οἱ πάντας φρονήσει διαφέροντες Ἕλληνες ἐπιλεξάμενοι τοὺς ἀρίστους ἐπὶ τὴν κατασκοπὴν νύκτωρ ἀποπέμπουσι ἵν’ ἐκ τοῦ κατορθῶσαι. τί τηλικοῦτον ὠφεληθῶσιν, ὁπόσῃ βλάβη διαμαρτόντων ἀπήντα;
νιφετὸς γὰρ εἶς, καὶ χειμερίων ὑδάτων ἐπομβρία ῥᾳδίως ἂν ἀμφοτέρους κατέκλυσεν· ἐγὼ μὲν γὰρ αὐτὴν νομίζω τὴν ἀπὸ τῆς πόλεως ἔξοδον ἐπὶ τὴν μάχην, οὐκ ἄλλου τινὸς εἶναι καιροῦ σημεῖον, ἢ θέρους. ἅπας γὰρ ἀναπαύεται πόλεμος ἐν χειμῶνι, καὶ τὴν πρὸς ἀλλήλους ἐκεχειρίαν ἄγουσιν, οὔθ’ ὅπλα δυνάμενοι βαστάζειν, οὔτε τὰς πολεμικὰς ὑπηρεσίας φέρειν. πῶς γὰρ ἢ διῶξαι ῥᾴδιον, ἢ φυγεῖν; πῶς δ’ ἂν αἱ χεῖρες εὔστοχα βάλλοιεν, ὑπὸ τοῦ κρύους δεδεμέναι; θέρει δ’ ἐν τῷ μεσαιτάτῳ τὰ πλήθη τέτραπται πρὸς τὴν μάχην, καὶ κοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἀπ’ οὐδεμιᾶς εἰκασίας, ἀλλ’ ἐναργῶς σκεπτέον.

Μετὰ γὰρ τὴν στρατηγικὴν Ἀγαμέμνονος διάπειραν, ἐξαναστάντες οἱ Ἕλληνες ἐπὶ τὰς ναῦς κατατρέχουσιν,

ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν.
οὐ δήπου, κατὰ πρῷραν ἐστηκότων τῶν ἀνέμων, οὐδ’ ἀπειλούσης τῆς θαλάττης· τίς γὰρ ἂν ἦν κυβερνήτης
ἐπὶ πρόδηλον οὕτω κίνδυνον ἐξιοῦσιν, ἄλλως τε μηδ’ ὀλίγην περαιοῦσθαι μέλλουσιν αὐτοῖς θάλατταν; οὐ γάρ εἰς Τένεδον ἀπῆρον, οὐδ’ ἐπὶ Λέσβου καὶ Χίου παρευτρεπίζοντο τὸν πλοῦν· ἡ δ’ Ἑλλὰς ἀπῴκιστο πόρρω, καὶ τὸ πέλαγος ἦν χαλεπὸν, ὃ καὶ θέρους ποτέ πλέοντες ἐσφάλησαν. ἔτι τοίνυν φερομένων ἀπὸ τῆς ἐκκλησίας αὐτῶν ἐγείρεται δαψιλὴς κόνις·
τοὶ δ’ ἀλαλητῶ Νῆας· ἒπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη Ἳστατ’ ἀειρομένη.
τίνι τρόπῳ τῆς γῆς ἔτι διάβροχον ἐχούσης τοὔδαφος; ἔν τε ταῖς ἐφεξῆς παρατάξεσιν εἴωθε συνεχῶς λέγειν,
Λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶν Οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων.
Τί δ’ ἐπὶ τοῦ τετρωμένον Σαρπηδόνος; οὐ ῥιπὴ βόρειος
Ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν,
ἀναψύξεως δεομένου τοῦ σώματος ἐν ἀέρι διαπύρῳ. καὶ πάλιν ἑτέρωθί που,
Δίψῃ καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιο,
Καὶ
Ἱδρῶ ἀπεψύχοντο, πίον τ’, ἀκέοντό τε δίψαν.
ἅπερ ἐν χειμῶνι μὲν ἀμήχανα συμβῆναί τινι, θέρους δὲ μαχομένοις ἦν ἀλεξήματα. τί δεῖ τὰ πολλὰ μηκύνειν; σχεδὸν γὰρ ἀπόχρη, κἂν εἴ τι τῶν εἰρημένων ἓν ἀπεδείξαμεν, ἐκφῆναι τοῦ ἔτους τὸν καιρόν
Καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, Καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον.

Εἰ δὲ θέρος μὲν ὡμολόγηται κατ’ ἐκεῖνον εἶναι τὸν χρόνον, αἱ δὲ νόσοι· περὶ τὴν θέρειον ὥραν συνίστανται, τῶν δὲ λοιμικῶν παθημάπων προστάτης Ἀπόλλων, τί λοιπὸν, ἠ δοκεῖν τὸ συμβεβηκὸς οὐ θεοῦ μῆνιν, ἀλλὰ συντυχίαν ἀέρος γενέσθαι; σφόδρα γοῦν πιθανῶς Ἡρόδικος ἀποφαίνεται, μὴ δι’ ὅλην τὴν δεκαετίαν ἐν Ἰλίῳ μεμενηκέναι τοὺς Ἕλληνας, ἀλλ’ ἐπὶ τέλει τοῦ καθειμαρμένου χρόνου τῆς ἁλώσεως ἀνεληλυθέναι. Καὶ

γὰρ ἦν ἄλογον εἰδότας ἐξ ὧν προεῖπεν ὁ Κάλχας, ὅτι τῷ, δεκάτῳ πόλιν αἱρήσουσιν εὐρυάγυιαν, ἐπ’ ουδενὶ χρησίμῳ τοσούτων ἐτῶν ἀργίαν ἀναλίσκειν, ἀλλ’ εἰκὸς ἐν τοῖς μεταξὺ καιροῖς περιπλέοντας ἄνω καὶ κάτω τὴν Ἀσίαν, ἅμα τάς τε πολεμιστηρίους ἀσκήσεις ὑπογυμνάζειν, καὶ λαφύρων τὸ στρατόπεδον ἐμπιμπλάναι; τοῦ δεκάτου δ’ ἐνστάντος ἔτους, ἐν ᾧ πεπρωμένον ἦν τὸ τῆς ἁλώσεως τέλος, ἀθρόους καταχθῆναι. κοῖλα δ’ αὐτοὺς τενάγη καὶ τόπος ἑλώδης ἐξεδέχετο. Καὶ διὰ τοῦτο θέρους ἡ λοιμικὴ νόσος ἐγκάτέσκηψε.

Νῦν τοίνυν καὶ τὰ κατὰ μέρος εἰρημένα περὶ τῆς νό· σου διασκεψώμεθα. σχεδὸν γὰρ ἅπαντα συνᾴδει τοῖς ὑφ’ ἡμῶν λεγομένοις. καὶ πρῶτόν γε φυσικὴν ὑπεστήσατο τὴν φερομένην ἀπὸ τῶν ὀιστῶν φωνήν. οὐ μὰ Δί’, οὐ μυθικῶς βέλη φθεγγόμενα τερατευόμενος, ἀλλὰ

φιλόσοφός ἐστι θεωρία ἐν τῷ στίχῳ τῷ·
Ἔκλαγξαν δ’ ἄρ’ ὀιστοὶ ἐπ’ ὤμων χωομένοιο Αὐτοῦ κινηθέντος.
εἰσὶ γὰρ, εἰσί τινες οὐράνιοι μεθ’ ἁρμονίας ἐμμελοῦς ἦχοι, κατὰ τὴν ἀίδιον φορὰν ἀποψαλλόμενοι, μάλιστα δὲ τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. οὐ γὰρ δήπου, εἰ ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῇ τὸν ἀέρα, καὶ λίθον ἀπὸ σφενδόνης ἀφεὶς, ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον, τηλικούτων σωμάτων ἡ κυκλοπόρος βία ἀπ’ ἀνατολῆς εἰς δύσιν ἁρματηλατουμένη μεθ’ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον. τούτους
δὲ τοὺς διηνεκῶς ἐν οὐρανῷ τελουμένους φθόγγους ἀγνοοῦμεν, ἢ διὰ τὴν ἀπὸ πρώτης γονῆς συνήθειαν ἐνδελεχῶς ἐνοικοῦσαν ἡμῖν, ἢ διὰ τὴν ἄμετρον ὑπερβολὴν τοῦ διαστήματος, ἐκλυομένου τοῦ ψόφου τῷ διείργοντι μέτρῳ. Καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ὁ φυγαδεύων Ὅμηρον ἐκ τῆς ἰδίας πολιτείας συγκαταινεῖ Πλάτων,
οὕτω λέγων· Ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ’ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν ἀνάτονον. ἐκ πασῶν δ’ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν ξυμφωνεῖν. Ὁμοίως δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλάνητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων·
Πάντες δ’ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδοί Ἁρμονίην προχέουσι, διαστάσει ἄλλος ἐπ’ ἄλλῃ ἐξ ὧν ἂν εἴη γνώριμον, ὡς οὐ κωφὸς οὐδ’ ἄφθογγός ἐστιν ὁ κόσμος.

Ἀρχὴ δὲ ταύτης τῆς δόξης Ὅμηρος, εἰπὼν τὰς

ἡλιακὰς ἀκτῖνας ἀλληγορικῶς βέλη, προςθεὶς δ’, ὅτι φερόμεναι διὰ τοῦ ἀέρος ἔκλαγξαν ἡδεῖάν τινα καὶ ἔνθεον φωνήν. τὰ κοινὰ δὲ τῶν φθόγγων παραστήσας ἐπὶ τὸ ἴδιον εὐθὺς τοῦ λόγου μετέβη, προςθείς·
Ὁ δ’ ἤιε νυκτὶ ἐοικώς.
Οὐ γὰρ ἀκήρατον φῶς, οὐδ’ ἀμιγὲς ἀχλύος μελαίνης ὑφίσταται τὸ τοῦ ἡλίου, νυκτὶ δ’ αὐτὸ ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πάθεσιν ἐπιπροσθεῖν τῷ δι’ ἡμέρας φέγγει. πῶς γε μὴν τοξάζειν ἐσπουδακὼς Ἀπόλλων
Ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκεν· Δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο;
Εἰ γοῦν δι’ ὀργὴν ἐτόξευεν, ἐγγὺς ἔδει τῶν τιτρωσκομένων ἑστάναι τὸν βάλλοντα νῦν δ’ ἀλληγορῶν
τὸν ἥλιον, εἰκότως ἄποθεν τὴν φορὰν τῆς λοιμικῆς ἀκτῖνος ὑπεστήσατο.

Καὶ μὴν ἐναργέστατον ἐπιφέρει μετὰ τοῦτο σημεῖον εἰπὼν·

Οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.
οὐ γὰρ οὕτως ἄκριτον ἦν παρανάλωμα τῆς Ἀπόλλωνος ὀργῆς τὰ ἄλογα τῶν ζῴων οὐδ’ ἂν ὁ θυμὸς ἀφρόνως ἡμιόνοις ἐνήκμαζε καὶ κυσὶν, ὡς τὸ Θρᾳκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμφιπολίτην Ζωίλον, ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληναφοῦντα. Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν παθημάτων συντυχίαν διὰ τούτου παρίστησιν· οἱ γὰρ ἐμπειρίαν ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχοντες, δι’ ἀκριβοῦς παρατηρήσεως ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ δεινὸν. ἀπὸ τῶν τετραπόδων ζῳων ἀρχόμενον. κατ’ ἄμφω δ’ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστ’ εὐάλωτα πρὸς τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τὸ
ἀκριβὲς οὐ θηρᾶται, δι’ ἣν ἀταμιεύτως σιτίων τε καὶ ποτῶν ἐμπιμπλάμενα διαφθείρεται, μηδενὸς λογισμοῦ τὴν ἐπὶ τὸ πλέον ὁρμὴν χαλινοῦντος. ἔπειθ’, ὃ καὶ μᾶλλον ἀληθές ἐστιν, οἱ μὲν ἄνθρωποι μεταρσίοις ταῖς ἀναπνοαῖς τὸν καθαρώτερον ἕλκοντες ἀέρα βραδύτερον ἁλίσκονται τῷ πάθει. Τὰ δ’ ἐπὶ γῆς ἕρποντα ζῷα τοὺς νοσώδεις ἐκεῖθεν ἀτμοὺς εὐμαρέστερον ἕλκει. πάνυ γε μὴν ἀληθῶς οὐκ ἐν ἀρτίοις ἡμέραις τὴν ἀπαλλαγὴν τῆς νόσου δεδήλωκεν, ἀλλ’ ἐν περιτταῖς.
Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾢχετο κῆλα θεοῖο.
μάλιστα γὰρ ἐν τῇ παρ’ ἕκαστα πείρᾳ γνώριμόν ἐστι τοῦθ’, ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ γίγνονται τῶν ἡμερῶν.

Λυτὴρ δ’ Ἀχιλλεὺς τῆς νόσου· Χείρων γὰρ αὐτὸν ἐδίδαξε,

δικαιότατος Κενταύρων,
ὃς πάσῃ μὲν ἐκέκαστο σοφίᾳ, περιττὸς δ’ ἦν τὴν ἰατρικὴν, ὅθεν γνώριμον αὐτῷ φασὶν εἶναι καὶ Ἀσκληπιόν. προςέθηκε δ’ Ἀχιλλεῖ θεραπεύοντι, φυσικῶς ἀλληγορήσας, θεὰν Ἥραν·
Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρῃ.
δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοιχείων, αἰθέρος τε καὶ ἀέρος, τὸν μὲν Δία, τὴν πυρώδη φαμὲν οὐσίαν. ἡ δὲ Ἥρα μετ’ αὐτόν ἐστιν ἀήρ, μαλακώτερον στοιχεῖον, διὰ τοῦτο καὶ θῆλυ. τὰ δ’ ἀκριβῆ περὶ τούτου διαλεξόμεθα μικρὸν ὕστερον. νῦν δ’ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος ἀέρος, αἰφνιδίως διεκρίθη τὸ σύμβαμα. οὐδὲ γὰρ ἀλόγως
λευκώλενον εἶπε τὴν Ἥραν, ἀλλ’ ἀπὸ τοῦ συμβεβηκότος, ὅτι τὴν νυκτὶ προςεοικυῖαν ἀχλὺν ὁ λευκὸς ἀὴρ ἐπὶ τὸ καθαρώτερον ἐλάμπρυνεν. εἶτ’ ἀνεθὲν τῆς νόσου τὸ Ἑλληνικὸν πλῆθος ἐπὶ τὴν συνήθη τοῖς ἀπηλλαγμένοις ὁδὸν ἐτράπη· λέγω δὲ τοὺς ὀνομαξομένους ἀποτροπιασμούς τε καὶ καθαρμούς·
Οἱ δ’ ἀπελυμαίνοντο, καὶ εἰς ἅλα λύματ’ ἔβαλλον.

Δοκεῖ δέ μοι καὶ Ὀδυσσεὺς οὐδένα ἄλλον ἡ τὸν ἥλιον ἱλάσκεσθαι, δι’ ἧς προςηνέγκατο θυσίας. ἀμέλει

πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, Δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.
πέρας γάρ ἐστι τῆς εὐσεβείας ἡ δύσις, ἕως ἀκούοντα καὶ βλέποντα τὸν θεὸν ἐτίμων· μηκέτι δ’ αυτοῦ τοῖς τελουμένοις παρεῖναι τὸ λοιπὸν δυναμένου, τὸ τῆς ἑορτῆς πέπαυται. Πρός γε μὴν βαθὺν τὸν ὄρθρον ἀναχθέντων, φησὶν ὁ ποιητής·
Τοῖσιν δ’ ἴκμενον οὖρον ἳει ἑκάεργος Ἀπόλλων,
τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν. ἄχρι γὰρ οὐδέπω φλογώδης, οὐδ’ ἔμπυρος πρὸς μεσημβρίαν ὁ δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς, ὑγρὸν τὸ περιέχον ἀφεῖσα, ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω πνεύματα. διὰ τοῦτο το ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν, ἴκμενον ἀποστείλας ἄνεμον, τὸν ἀπὸ τῆς ἰκμάδος πνέοντα. τὴν μὲν οὖν πρώτην ἀλληγορίαν ἐπεδείξαμεν οὐ θυμὸν Ἀπόλλωνος ὀργισαμένου μάτην, ἀλλὰ φυσικῆς θεωρίας φιλοσοφοῦσαν ἔννοιαν.

Ἐφεξῆς δ’ ἡμῖν σκεπτέον ὑπὲρ τῆς ἐφισταμένης Ἀθηνᾶς Ἀχιλλεῖ·

Ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος· ἦλθε δ’ Ἀθήνῃ Οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη, Ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε. Στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα, Οἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔτις ὁρᾶτο. Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν.

Τὸ μὲν γὰρ πρόχειρον ἐκ τῶν λεγομένων ἔστιν εἰπεῖν, ὅτι μεταξὺ τοῦ σπωμένου σιδήρου, ἡ θεὰ, παντὸς ὀξυτέρα τάχους τὴν οὐράνιον ἐκλιποῦσα διατριβὴν, ἐμποδὼν ἔστη τῇ μιαιφονίᾳ, πάνυ γραφικῷ σχήματι τῆς κόμης ἀπρὶξ ὄπισθεν Ἀχιλλέως λαβομένη. λαμπρά γε μὴν καὶ λίαν φιλόσοφος ὑφεδρεύει τοῖς νοουμένοις κατ’ ἀλληγορίαν ἐπιστήμη. πάλιν οὖν ὁ πρὸς Ὅμηρον ἀχάριστος [ἐν τῇ πολιτείᾳ] Πλάτων ἐλέγχεται διὰ τούτων τῶν· ἐπῶν, τὸ περὶ τῆς ψυχῆς δόγμα νοσφισάμενος ἀπ’ αὐτοῦ· τὴν γὰρ ὅλην ψυχὴν διῄρηκεν εἰς γένη δύο, τό τε λογικὸν καὶ τὸ ἄλογον ὑπ’ αὐτοῦ προσαγορευόμενον.

Τοῦ δ’ ἀλόγου μέρους εἰδικωτέραν ὑφίσταται διαίρεσιν, εἰς δύο μερίζων· καὶ τὸ μὲν ἐπιθυμητικὸν ὀνομάζει, τὸ δ’ ἕτερον θυμοειδές· Καθάπερ δ’ οἴκους τινὰς ἑκάστῳ μερίζει, καὶ διατριβὰς ἐν τῷ σώματι διανέμει· τὸ μὲν οὖν λογικὸν τῆς ψυχῆς, ὡς ἀκρόπολίν τινα, τὴν ἀνωτάτω τῆς κεφαλῆς μοῖραν εἰληχέναι νομίζει, πᾶσι τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον· τοῦ δ’ ἀλόγου μέρους ὁ μὲν θυμὸς οἰκεῖ περὶ τὴν καρδίαν, αἱ δὲ τῶν ἐπιθυμιῶν ὀρέξεις ἐν ἥπατι. Ταῦτα δ’ ἀλληγορικῶς ἐν τῷ Φαίδρῳ προσωμοίωσεν ἵπποις τε καὶ ἡνιόχῳ, διαρρήδην λέγων· ὁ μὲν τοίνυν αὐτοῖν ἐν
τῇ καλλίονι στάσει ὤν, τό τ’ εἶδος ὀρθὸς, καὶ διηρθρωμένος, ὑψαύχην, ἐπίγρυπος, λευκὸς ἰδεῖν, μελανόμματος, τιμῆς ἐραστὴς μετὰ σωφροσύνης τε καὶ αἰδοῦς, καὶ ἀληθινῆς δόξης ἑταῖρος, ἄπληκτος, κελεύσματι μόνον καὶ λόγῳ ἡνιοχεῖται. ταῦτα μὲν περὶ θατέρου μέρους τῆς ψυχῆς. περὶ δὲ τοῦ λοιποῦ φησίν· ὁ δ’ αὖ σκολιὸς, πρλὺς, εἰκῆ συμπεφορημένος, κρατεραύχην, βραχυτράχηλος, σιμοπρόσωπος, μελάγχρως, γλαυκόμματος, ὕφαιμος, ὕβρεως καὶ αλαζονείας ἑταῖρος, περὶ ὦτα λάσιος, [ὑπό]κωφος, μάστιγι μετὰ κέντρων μόγις ὑπείκων. τὸ μέντοι λογικὸν μέρος τῆς ψυχῆς, ὃ ἐν τῇ κεφαλῇ καθίδρυται, τῶν ὅλων πεποίηκεν ἡνίοχον, οὑτωσὶ λέγων· ἐπὶ δὲ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ
δαίμονα θεὸς ἑκάστῳ δέδωκε τοῦτο, ὃ δὴ φαμὲν οἰκεῖν μὲν ἡμῶν ἐν ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν, ὡς ὄντας φυτὸν οὐκ ἔγγειον, ἀλλ’ οὐράνιον.

Ταῦτα τοίνυν ὥςπερ ἐκ πηγῆς τῶν ὁμηρικῶν ἐπῶν εἰς τοὺς ἰδίους διαλόγους ὁ Πλάτων μετηρδευσεν. Καὶ πρῶτόν γε περὶ τῶν ἀλόγων μερῶν τῆς ψυχῆς σκεπτέον· ὅτι μὲν γὰρ ό θυμὸς εἴληχε τὸν ὑποκάρδιον χῶρον, ὁ Ὀδυσσεὺς τοῦτο ποιήσει σαφὲς ἐν.τῇ κατὰ μνηστήρων ὀργῇ, καθάπερ οἶκόν τινα τῆς μισοπονηρίας θυροκρουστῶν τὴν καρδίαν·

Στῆθος δὲ πλῆξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ κραδίῃ· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.

Ἀφ’ ἧς γὰρ αἱ θυμικαὶ ῥέουσι πηγαὶ, πρὸς ταύτην

ὁ λόγος ἀποκλίνει· τόν γε μὴν Τιτυὸν ἐρασθέντα τῶν Διὸς γάμων, ἀφ’ οὗ μέρους ἤρξατο νοσεῖν, εἰς τοῦτο ὑφίσταται κολαζόμενον·
Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον.
Ἀντὶ τίνος, Ὁμηρε;
Δητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν.

Ὥσπερ γὰρ οἱ νομοθέται τοὺς πατροτύπτας χειροκοποῦσι, τὸ δυσσεβῆσαν αὐτῶν μέρος ἐξαιρέτως ἀποτέμνοντες, οὕτως Ὅμηρος ἐν ἥπατι κολάζει τὸν δι’ ἧπαρ ἀσεβήσαντα. περὶ μὲν δὴ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν οὑτωσὶ πεφιλοσόφηκεν.

Λοιπὸν οὖν καταλείπεται ζητεῖν, ἐν ᾧ τόπῳ τὸ λογικόν ἵδρυται μέρος. ἔστι τοίνυν ἡ κεφαλὴ καθ’ Ὅμηρον ἐν τῷ σώματι τὴν κυριωτάτην εἰληχυῖα τάξιν. ὅλον οὖν εἴωθεν ὀνομάζειν τὸν ἄνθρωπον, ἐξαιρέτως ἀφ’ ἑνός τοῦ κρατίστου τὰ λοιπὰ δηλῶν,

Τοίην γὰρ κεφαλὴν ἕνεκ’ αὐτῶν γαῖα κατέσχεν, Αἴανθ’.
καὶ σαφέστερον ἔτι ἐπὶ τοῦ Νέστορος ἵππου, κυριώτατον ἀποφαίνεται τοῦτο τὸ μέρος·
ὅθι τε πρῶται τρίχες ἵππων Κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ταύτην δὲ τὴν δόξαν ἀλληγορικῶς βεβαιῶν, τὰ κατὰ τὴν Ἀθηνᾶν ἡμῖν παραδέδωκεν. ἐπειδὴ γὰρ ὁ Ἀχιλλεὺς, ὑπόπλεως ὀργῆς γενόμενος, ὥρμησεν ἐπὶ τὸν σίδηρον, ἐπισκοτουμένου τοῦ κατὰ τὴν κεφαλὴν λογισμοῦ τοῖς περὶ τὰ στέρνα θυμοῖς, κατ’ ὀλίγον ἐκ τῆς ἀγανακτούσης μέθης ὁ νοῦς ἐπὶ τὸ βέλτιον ἀνένηψεν. ἡ δὲ σὺν φρονήσει μετάνοια δικαίως ἐν τοῖς ποιήμασιν Ἀθηνᾶ
ὀνομάζεται. σχεδὸν γὰρ ἡ θεὸς, οὐκ ἄλλου τινὸς ἠ συνέσεως ἐπώνυμός ἐστιν, ἀθρηνᾶ τις οὖσα, καὶ πάντα τοῖς λεπτοτάτοις ὄμμασι τῶν λογισμῶν διαθροῦσα· διὸ δὴ καὶ παρθένον αὐτὴν ἐτήρησαν· ἄφθορον γὰρ ἀεὶ τὸ φρόνημα, οὐδεμιᾷ κηλῖδι μιανθῆναι δυνάμενον, ἔκ τε τῆς τοῦ Διὸς κεφαλῆς γεγενῆσθαι δοκεῖ· τοῦτον γὰρ ἀπεφηνάμεθα τὸν χῶρον ἰδίως λογισμῶν εἶναι μητέρα.

Καὶ τί δεῖ τὰ πολλὰ μηκύνειν; οὐδὲν, ἤ τελέως φρόνησις αὕτη· τοιγαροῦν ἐπὶ τῶν διαφλεξάντων Ἀχιλλέα θυμῶν, ὥσπερ τι σβεστήριον κακοῦ φάρμακον ἐπέστη

ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα.
παρ’ ὃν μὲν γὰρ ὀργίζεται καιρὸν, ἐν τοῖς στέρνοις ὁ θυμὸς ἕστηκεν· ἕλκων γὰρ τὸ ξίφος,
Στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν.

Ἡνίκα δ’ ἡ ὀργὴ πέπειρα γίνεται, μετειλήφασί τ’ αὐτὸν, οἷα μετανοοῦντα ἤδη, λογισμοὶ, τῆς κεφαλῆς ἀπρὶξ ἡ φρόνησις εἴληπται. Θάμβησεν δ’ Ἀχιλεὺς, τὸ πρὸς πάντα κίνδυνον ἀτρεμὲς αὑτοῦ καὶ ἀκατάπληκτον ὁρῶν, καὶ ἐφοβήθη τὴν ἐκ λογισμῶν μετάνοιαν. ἐπιγνοὺς

δ’ εἰς οἷον κακὸν προκυλισθῆναι ἔμελλεν, ὡς ἡνίοχον εὐλαβήθη τὸν ἐφεστῶτα νοῦν· ὅθεν οὐδὲ παντελῶς ἀπήλλακται τῆς ὀργῆς, ἐπιφέρει γοῦν·
Ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον, ὡς ἔσεταί περ.
θεὰ μὲν οὖν βοηθοῦσα πάντως ἂν ὁλόκληρον εἰρήνην τοῦ πάθους κατεσκεύασεν. ἐπειδὴ δὲ λογισμὸς ἀνθρώπινος ἦν, τὸ ξίφος ἀνεῖρξεν ἀναγκαίως, καὶ τὸ μὲν ἄχρι τῶν ἔργων τολμηρὸν ἐκκέκοπται· ὑπομένει δ’ ἔτι λείψανα τῆς ὀργῆς. οὐ γὰρ ἀθρόοι ὑφ’ ἕνα καιρὸν οἱ μεγάλοι θυμοὶ τῶν παθῶν ἀποκόπτονται. καὶ τὰ μὲν περὶ Ἀθηνᾶς, ἣν μεσῖτιν ὑπεστήσατο τοῦ πρὸς Ἀγαμέμνονα θυμοῦ, ταύτης τῆς ἀλληγορίας ἀξιούσθω.