On Poems

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion cum commentariis veteribus. Consbruch, Maxmilian, editor. Leipzig: Teubner. 1906

Τῶν δὲ κατὰ σχέσιν τὰ μέν ἐστι μονοστροφικά, τὰ δὲ ἐπῳδικά, τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ, τὰ δὲ ἀντιθετικά, τὰ δὲ μικτὰ κατὰ σχέσιν, τὰ δὲ κοινὰ κατὰ σχέσιν.

Μονοστροφικὰ μὲν οὖν εἰσὶν ὁπόσα ὑπὸ μιᾶς στροφῆς καταμετρεῖται, καθάπερ τὰ Ἀλκαίου καὶ τὰ Σαπφοῦς καὶ ἔτι τὰ Ἀνακρέοντος.

Ἐπῳδικὰ δέ ἐστιν, ἐν οἷς συστήμασιν ὁμοίοις ἄνόμοιόν

τι ἐπιφέρεται. δηλονότι ἐπʼ ἔλαττον μὲν τοῦ τῶν τριῶν ἀριθμοῦ οὐκ ἄν γένοιτό τι τοιοῦτον, ἐπὶ πλεῖον δὲ οὐδὲν αὐτὸ κωλύει ἐκτείνεσθαι· γίνεται γὰρ ὥσπερ τριὰς ἐπῳδική, οὕτω καὶ τετρὰς καὶ πεντὰς καὶ ἐπὶ πλεῖον.

Τοῦ δὲ ἐπῳδικοῦ γένους τὰ μέν ἐστιν ὁμωνύμως αὐτῷ καλούμενα ἐπῳδικά, τὰ δὲ προῳδικά, τὰ δὲ μεσῳδικά, τὰ δὲ περιῳδικά, τὰ δὲ παλινῳδικά.

Ἐπῳδικὰ μὲν οὖν ἐστιν, ἐν οἷς ὁμοίοις ἀνόμοιόν τι ἐπιφέρεται, ὡς τά γε πλεῖστα Πινδάρου καὶ Σιμωνίδου πεποίηται.

Προῳδικὰ δέ ἐστιν, ἐν οἷς τὸ ἀνόμοιον προτέτακται τῶν ὁμοίων.

Μεσῳδικὰ δὲ ἐν οἷς περιέχει μὲν τὰ ὅμοια, μέσον δὲ τὸ ἀνόμοιον τέτακται.

Παλινῳδικὰ δὲ ἐν οἷς τὰ μὲν περιέχοντα ἀλλήλοις ἐστὶν ὅμοια, ἀνόμοια δὲ τοῖς περιεχομένοις· τὰ δὲ περιεχόμενα ἀλλήλοις μὲν ὅμοιά ἐστιν, ἀνόμοια δὲ τοῖς περιέχουσι.

Περιῳδικὰ δέ, ἐν οἷς τὰ μὲν περιεχόμενα ἀλλήλοις ἐστὶν ὅμοια, τὰ δὲ περιέχοντα οὔτε ἀλλήλοις οὔτε τοῖς περιεχομένοις.

Κατὰ περικοπὴν δέ ἐστιν ἀνομοιομερῆ, ὁπόταν ἐκθέμενος ὁ ποιητὴς ὁπόσα δήποτε συστήματα διάφορα ἐπαγάγῃ ἐκ τῶν αὐτῶν συστημάτων συνεστῶσαν περικοπήν, ὥστε τὰ μὲν ἐν ἑκατέρᾳ ἢ ἑκάστῃ περικοπῇ συστήματα ἀνόμοια εἶναι ἀλλήλοις, τὰς δὲ περικοπὰς ἀμφοτέρας ἀλλήλαις ὁμοίας ἢ πάσας.

Ἀντιθετικὰ δέ ἐστιν, ὁπόταν ὁ ποιητὴς γράφῃ ὁπόσα δήποτε κῶλα ὡς ἀνόμοια καὶ ὡς βούλεται, εἶτα τούτων ἀνταποδῷ τῷ μὲν τελευταίῳ τὸ πρῶτον, τῷ δὲ δευτέρῳ ἀπὸ τέλους τὸ δεύτερον, καὶ οὕτω πάντα κατὰ τὸν αὐτὸν λόγον. τοῦτο δὲ τὸ εἶδος παρὰ μὲν τοῖς παλαιοῖς σπανιώτατόν ἐστι, παρὰ δὲ Σιμίᾳ τῷ Ῥοδίῳ ἐστὶν οὕτω πεποιημένα ἐν τῷ ἐπιγραφομένῳ Ὠιῷ.

Μικτὸν δέ ἐστι κατὰ σχέσιν ποίημα, ἐν ᾧ ἐστι μέρη τινά, ἅπερ ἔφαμεν εἶναι τοῦ κατὰ σχέσιν εἴδη, οἷον λόγου χάριν τό τε ἐπῳδικὸν καὶ τὸ μεσῳδικόν.

Κοινὸν δέ ἐστι κατὰ σχέσιν τὸ δύο συστήμασιν ὑποπεπτωκός, καθάπερ τὸ πρῶτον Ἀνακρέοντος ᾆσμα (1)

γουνοῦμαί σʼ, ἐλαφηβόλε, ξανθὴ παῖ Διός, ἀγρίων δέσποινʼ Ἄρτεμι θηρῶν
καὶ τὰ ἑξῆς. κατὰ μὲν γὰρ τὴν νῦν ἔκδοσιν ὀκτάκωλός ἐστιν ἡ στροφή, καὶ τὸ ᾆσμα ἐστι μονοστροφικόν. δύναται δὲ καὶ ἑτέρως διαιρεῖσθαι εἴς τε τριάδα καὶ πεντάδα ἡ στροφή, ὥστε Φερεκράτειον εἶναι τὸ τελευταῖον
τοῦ συστήματος τοῦ ἐκ τῶν τριῶν κώλων καὶ τῶν