Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δέ, εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν

ἀδιάφορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ’ αὐτοῦ μεμειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς· καὶ τὸ μὲν καλεῖται καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δισύλλαβον.

(2) Ἐπισημότατα δ’ ἐστὶν ἐν αὐτῷ τό τε ἑξάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον ἔπος, οἷον (Α 1)

μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος,
(ἐπὶ γὰρ τῆς ἐσχάτης λέξεως τῆς λ͞η͞ος λείπει ὁ δάκτυ λος μιᾷ συλλαβῇ) καὶ τὸ πεντάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον Σιμίειον, οἷον
χαῖρε ἄναξ ἕταρε ζαθέας μάκαρ ἥβας,
καὶ τὸ τετράμετρον εἰς δισύλλαβον καταληκτικόν, ᾧ πρῶτος μὲν ἐχρήσατο Ἀρχίλοχος ἐν ἐπῳδοῖς (98)
φαινόμενον κακὸν οἴκαδ’ ἄγεσθαι·
ὕστερον δὲ καὶ Ἀνακρέων τούτῳ τῷ μέτρῳ καὶ ὅλα ᾄσματα συνέθηκεν (67)
ἁδύμελες χαρίεσσα χελιδοῖ
καὶ (68)
μνᾶται δηῦτε φαλακρὸς Ἄλεξις.
Ταῦτα μὲν οὖν τῶν εἰς δισύλλαβον καταληκτικῶν παραδείγματα.

(3) Τῶν δὲ εἰς συλλαβὴν τῷ μὲν πενθημιμερεῖ [πρὸς δύο ποσὶν οὐσῶν τῶν συλλαβῶν] Ἀρχίλοχος κέχρηται ἐν ἐπωδῷ (104)

ἐν δὲ Βατουσιάδης,
τῷ δὲ ἑφθημιμερεῖ Ἀλκμὰν (49)
ταῦτα μὲν ὡς ἂν ὁ δῆμος ἅπας.

(4) Καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρον Ἀρχίλοχος ἔνδοξον ἐποίησε διὰ τὸ προτάξαι αὐτὸ τροχαϊκοῦ τοῦ καλουμένου ἰθυφαλλικοῦ, οὕτως (100)

οὐκέθ’ ὁμῶς θάλλεις ἁπαλὸν χρόα· κάρφεται γὰρ ἤδη.
Ἀλκμὰν δὲ καὶ ὅλας στροφὰς τούτῳ τῷ μέτρῳ κατεμέτρησε (45)
Μῶσ’ ἄγε Καλλιόπα, θύγατερ Διός, ἄρχ’ ἐρατῶν ἐπέων, ἐπὶ δ’ ἵμερον ὕμνῳ καὶ χαρίεντα τίθει χορόν.
Ταῦτα μὲν οὖν κοινὰ δακτυλικά.

(5) Τὰ δὲ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων ἀδιάφορον, ἤτοι σπονδεῖον ἢ ἴαμβον ἢ τροχαῖον ἢ πυρρίχιον, τοὺς δὲ ἐν μέσῳ δακτύλους πάντας, τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον μὲν ἢ κρητικὸν διὰ τὸ τῆς τελευταίας ἀδιάφορον, ἐὰν ἀκατάληκτον ᾖ, ἐὰν δὲ κατα ληκτικόν,

καὶ τὰ ἀπὸ τούτου μεμειωμένα εἰς δισύλλαβον καὶ συλλαβήν.

(6) Τὸ μὲν οὖν Αἰολικὸν ἔπος τὸ καταληκτικὸν τοιοῦτόν ἐστι (Alc. 46)

κέλομαί τινα τὸν χαρίεντα Μένωνα καλέσσαι εἰ χρὴ συμποσίας ἐπ’ ὄνασιν ἐμοὶ γεγενῆσθαι.
πεντάμετρα δὲ καταληκτικὰ εἰς δισύλλαβον (Sapph. 104)
τίῳ σ’, ὦ φίλε γαμβρέ, καλῶς ἐϊκάσδω; ὄρπακι βραδινῷ σε μάλιστ’ ἐϊκάσδω.
τὸ δὲ τετράμετρον (Sapph. 98)
θυρωρῷ πόδες ἑπτορόγυιοι τὰ δὲ σάμβαλα πεντεβόηα πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν.

(7) Τῶν δὲ ἀκαταλήκτων τὸ μὲν πεντάμετρον καλεῖται Σαπφικὸν τεσσαρεσκαιδεκασύλλαβον, ᾧ τὸ δεύτερον ὅλον Σαπφοῦς γέγραπται (Sapph. 33)

ἠράμαν μὲν ἐγὼ σέθεν, Ἄτθι, πάλαι πόκα.
τὸ δὲ τετράμετρον ἀκατάληκτόν ἐστι τοιοῦτον· τοιοῦτον·
ἔρος δαῦτέ μ’ ὁ λυσιμελὴς δόνει γλυκύπικρον ἀμάχανον ὄρπετον
(Sapph. 40). —
Ἄτθι, σοὶ δ’ ἔμεθεν μὲν ἀπήχθετο φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότη
(Sapph.41).

(8) Ἔστι δέ τινα καὶ λογαοιδικὰ καλούμενα δακτυλικά, ἅπερ ἐν μὲν ταῖς ἄλλαις χώραις δακτύλους ἔχει, τελευταίαν δὲ τροχαϊκὴν συζυγίαν. ἔστι δὲ αὐτῶν ἐπισημότατα τό τε πρὸς δύο δακτύλοις ἔχον τροχαϊκὴν συζυγίαν, καλούμενον δὲ Ἀλκαϊκὸν δεκασύλλαβον (Alc. 69)

καί τις ἐπ’ ἐσχατιαῖσιν οἴκεις,
καὶ τὸ πρὸς τρισί, καλούμενον Πραξίλλειον (Prax. 5)
ὦ διὰ τῶν θυρίδων καλὸν ἐμβλέποισα παρθένε τὰν κεφάλαν, τὰ δ’ ἔνερθε νύμφα.