Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Πολυσχημάτιστα δὲ καλεῖται ὅσα κατ’ ἐπιλογισμὸν μὲν οὐδένα πλῆθος ἐπιδέχεται σχημάτων, κατὰ προαίρεσιν δὲ ἄλλως τῶν χρησαμένων ποιητῶν· τούτων δ’ ἐπισημότατά ἐστι τάδε.

(2) Τὸ Πριάπειον, οὐ μόνον ἰαμβικῇ τῇ δευτέρᾳ χρώμενον, ἀλλὰ καὶ χοριαμβικῇ· καὶ τὸν ἀντίσπαστον ἔσθ’ ὅτε, τὸν πρῶτον τοῦ παντὸς μέτρου, εἰς σπονδεῖον περαιοῦσιν, ἐάν τε ἀπὸ ἰάμβου ἄρχηται, ἐάν τε ἀπὸ τροχαίου, κατὰ τὸ δεδομένον, ἐάν τε ἀπὸ σπονδείου, οἷον παρ’ Εὐφορίωνι τῷ Χερρονησιώτῃ (Meineke: Anal. Alex. p. 341)

οὐ βέβηλος, ὦ τελεταὶ τοῦ νέου Διονύσου, κἀγὼ δ’ ἐξ εὐεργεσίης ὡργιασμένος ἥκω, ὁδεύων Πηλουσιακὸν κνεφαῖος παρὰ τέλμα.

(3) Ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γλυκωνείων τοιαῦτα σχήματα παραλαμβάνεται, οἷον ἐν τοῖς Κορίννης (20)

καλὰ γέροι’ ἀεισομένα Ταναγρίδεσσι λευκοπέπλοις.
μέγα δ’ ἐμὴ γέγαθε πόλις λιγουροκωτίλαις ἐνοπαῖς.
ὧδε καὶ τόδε
καὶ πεντήκοντ’ οὑψιβίας
(Cor. 13). ἔτι δὲ καὶ πλείοσιν αὕτη κέχρηται σχήμασιν (Cor. 14―18)
δούρατος ὥστ’ ἐφ’ ἵππω. ― κατὰ μὲν βριμούμενοι. ― πόλιν δ’ ἐπράθομεν. ― † προφανεὶς· γλούκου δέ τις ᾄδων. ― πελέκεσσι δονεῖται. ―

(4) Τάχα δὲ καὶ τὸ κωμικόν [τὸ] καλούμενον ἐπιωνικὸν πολυσχημάτιστον συνέθεσαν· μάλιστα δ’ ἐν αὐτῷ ἀταξία πολλή, ἡ τοὺς σπονδείους ἐπ’ ἀρτίου χώρας ἔχουσα τῶν ἰαμβικῶν συζυγιῶν, οἷον παρ’ Εὐπόλιδι ἐν Χρυσῷ Γένει (290)

ὦ καλλίστη πόλι πασῶν ὅσας Κλέων ἐφορᾷ, ὡς εὐδαίμων πρότερόν τ’ ἦσθα, νῦν δὲ μᾶλλον ἔσῃ.

(5) Καὶ τὸ Εὐπολίδειον [τὸ] καλούμενον ἐπιχοριαμβικὸν πολυσχημάτιστόν ἐστιν, ἐν ᾧ τὰς τροχαϊκὰς παρὰ τάξιν ποιοῦσι δέχεσθαι τὸν σπονδεῖον· ― ἐνίοτε δὲ καὶ ἀντισπαστικὸν καθαρὸν ποιοῦσιν ― οἷον

εὐφράνας ἡμᾶς ἀπέπεμπ’ οἴκαδ’ ἄλλον ἄλλοσε
(frg. com. ad. 53).
ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην
(Arist. Nub. 529).

(6) Καὶ τὸ Κρατίνειον δὲ τὸ ἀσυνάρτητον ἐκ χοριαμβικοῦ καὶ τροχαικοῦ πολυσχημάτιστόν ἐστιν. ἀρκέσει τοῦτο δεῖξαι ἡ παράβασις ἡ ἐν τοῖς Ἀστρατεύτοις Εὐπόλιδος πᾶσα, ἵνα μὴ νῦν μηκύνωμεν παραδείγματα παρατιθέμενοι.

Τοσαῦτα περὶ τῶν μέτρων, περὶ δὲ ποιήματος ἑξῆς ῥητέον.