Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(21) Τούτου δὲ μεῖζόν ἐστι συλλαβῇ τῇ τελευταίᾳ τὸ καλούμενον Κρατίνειον· ἔστι γὰρ ἐκ χοριαμβικοῦ ἐπιμίκτου, τοῦ τὴν δευτέραν ἰαμβικὴν ἔχοντος καὶ τροχαικοῦ ἑφθημιμεροῦς·

Εὔιε κισσοχαῖτ’ ἄναξ, χαῖρ’, ἔφασκ’ Ἐκφαντίδης (frg. 324ᵃ) ― πάντα φορητά, πάντα τολμητὰ τῷδε τῷ χορῷ (324ᵇ) ― πλὴν Ξενίου ὁμονισι καὶ Σχοινίωνος ὡ Χάρον (324ᶜ). ―

(22) Τὸ μὲν οὖν καθαρὸν Κρατίνειον τοιοῦτόν ἐστι· πολυσχημάτιστον δὲ αὐτὸ πεποιήκασιν οἱ κωμικοί. τοὺς γὰρ σπονδείους τοὺς ἐμπίπτοντας ἐν τοῖς ἰαμβικοῖς καὶ τοῖς τροχαϊκοῖς παρὰ τάξιν παραλαμβάνουσιν ἐν ταῖς μέσαις συζυγίαις, τῇ τροχαϊκῇ καὶ τῇ ἰαμβικῇ. Εὔπολις δὲ ἐν τοῖς Ἀστρατεύτοις καὶ ἀτακτοτάτως συνέθηκε τὸ εἶδος· πῆ μὲν γὰρ τοιαῦτα ποιεῖ (37)

ἄνδρες ἑταῖροι, δεῦρ’ ἤδη τὴν γνώμην προσίσχετε, εἰ δυνατόν, καὶ μή τι μεῖζον πράττουσα τυγχάνει,
πῆ δὲ τοιαῦτα (Eup. 38)
καὶ ξυνεγιγόμην ἀεὶ τοῖς ἀγαθοῖς φάγροισιν,
ὥσθ’ ὅλον αὐτὸ χοριαμβικὸν ἐπίμικτον γενέσθαι, ὅμοιον Ἀνακρεοντείῳ τῷδε (Anacr. 22)
Σίμαλον εἶδον ἐν χορῷ πηκτίδ’ ἔχοντα καλήν,
πῆ δὲ καὶ ἄλλοις ἐχρήσατο λίαν ἀτάκτοις σχήμασι.

(23) Καὶ τὸ ἐκ τῶν ἀντισπαστικῶν δὲ καταληκτικῶν διμέτρων δικατάληκτον, ὃ Φερεκράτης ἑνώσας σύμπτυκτον ἀνάπαιστον καλεῖ ἐν τῇ Κοριαννοῖ (79)

ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις.

(24) Καὶ τὸ ἐκ τῶν ἰαμβικῶν ἑφθημιμερῶν δικατάληκτον Καλλίμαχος (epigr. 39, 1)

Δήμητρι τῇ πυλαίῃ τῇ τοῦτον οὐκ Πελασγῶν,
ὅπερ προέταξεν ἐπισυνθέτου, τοῦ ἐκ δακτυλικῆς τετραποδίας καὶ ἰθυφαλλικοῦ, τοῦδε (ep. 39, 2)
Ἀκρίσιος τὸν νηὸν ἐδείματο· ταῦθ’ ὁ Ναυκρατίτης.

(25) Καὶ τὸ ἐξ ἰθυφαλλικῶν δύο ἡ Σαπφὼ πεποίηκε (84)

δεῦρο δηῦτε Μοῖσαι χρύσεον λιποῖσαι.

(26) Καὶ τὸ ἐκ χοριαμβικῶν ἑφθημιμερῶν τῶν εἰς τὴν ἰαμβικὴν κατάκλειδα, ἡ αὐτὴ ποιήτρια (Sapph. 99),

ὄλβιε γαμβρέ, σοὶ μὲν δὴ γάμος, ὡς ἄραο. ἐκτετέλεστ’, ἔχης δὲ παρθένον, ἂν ἄραο·
κἄσθ’ ὅπου συνῆψε τὴν λέξιν (Sapph. 100)
μελλίχροος δ’ ἐπ’ ἱμερτῷ κέχυται προσώπῳ.
Τοσαῦτα καὶ περὶ τῶν ἀσυναρτήτων.

(1) Πολυσχημάτιστα δὲ καλεῖται ὅσα κατ’ ἐπιλογισμὸν μὲν οὐδένα πλῆθος ἐπιδέχεται σχημάτων, κατὰ προαίρεσιν δὲ ἄλλως τῶν χρησαμένων ποιητῶν· τούτων δ’ ἐπισημότατά ἐστι τάδε.

(2) Τὸ Πριάπειον, οὐ μόνον ἰαμβικῇ τῇ δευτέρᾳ χρώμενον, ἀλλὰ καὶ χοριαμβικῇ· καὶ τὸν ἀντίσπαστον ἔσθ’ ὅτε, τὸν πρῶτον τοῦ παντὸς μέτρου, εἰς σπονδεῖον περαιοῦσιν, ἐάν τε ἀπὸ ἰάμβου ἄρχηται, ἐάν τε ἀπὸ τροχαίου, κατὰ τὸ δεδομένον, ἐάν τε ἀπὸ σπονδείου, οἷον παρ’ Εὐφορίωνι τῷ Χερρονησιώτῃ (Meineke: Anal. Alex. p. 341)

οὐ βέβηλος, ὦ τελεταὶ τοῦ νέου Διονύσου, κἀγὼ δ’ ἐξ εὐεργεσίης ὡργιασμένος ἥκω, ὁδεύων Πηλουσιακὸν κνεφαῖος παρὰ τέλμα.

(3) Ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γλυκωνείων τοιαῦτα σχήματα παραλαμβάνεται, οἷον ἐν τοῖς Κορίννης (20)

καλὰ γέροι’ ἀεισομένα Ταναγρίδεσσι λευκοπέπλοις.
μέγα δ’ ἐμὴ γέγαθε πόλις λιγουροκωτίλαις ἐνοπαῖς.
ὧδε καὶ τόδε
καὶ πεντήκοντ’ οὑψιβίας
(Cor. 13). ἔτι δὲ καὶ πλείοσιν αὕτη κέχρηται σχήμασιν (Cor. 14―18)
δούρατος ὥστ’ ἐφ’ ἵππω. ― κατὰ μὲν βριμούμενοι. ― πόλιν δ’ ἐπράθομεν. ― † προφανεὶς· γλούκου δέ τις ᾄδων. ― πελέκεσσι δονεῖται. ―

(4) Τάχα δὲ καὶ τὸ κωμικόν [τὸ] καλούμενον ἐπιωνικὸν πολυσχημάτιστον συνέθεσαν· μάλιστα δ’ ἐν αὐτῷ ἀταξία πολλή, ἡ τοὺς σπονδείους ἐπ’ ἀρτίου χώρας ἔχουσα τῶν ἰαμβικῶν συζυγιῶν, οἷον παρ’ Εὐπόλιδι ἐν Χρυσῷ Γένει (290)

ὦ καλλίστη πόλι πασῶν ὅσας Κλέων ἐφορᾷ, ὡς εὐδαίμων πρότερόν τ’ ἦσθα, νῦν δὲ μᾶλλον ἔσῃ.

(5) Καὶ τὸ Εὐπολίδειον [τὸ] καλούμενον ἐπιχοριαμβικὸν πολυσχημάτιστόν ἐστιν, ἐν ᾧ τὰς τροχαϊκὰς παρὰ τάξιν ποιοῦσι δέχεσθαι τὸν σπονδεῖον· ― ἐνίοτε δὲ καὶ ἀντισπαστικὸν καθαρὸν ποιοῦσιν ― οἷον

εὐφράνας ἡμᾶς ἀπέπεμπ’ οἴκαδ’ ἄλλον ἄλλοσε
(frg. com. ad. 53).
ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην
(Arist. Nub. 529).

(6) Καὶ τὸ Κρατίνειον δὲ τὸ ἀσυνάρτητον ἐκ χοριαμβικοῦ καὶ τροχαικοῦ πολυσχημάτιστόν ἐστιν. ἀρκέσει τοῦτο δεῖξαι ἡ παράβασις ἡ ἐν τοῖς Ἀστρατεύτοις Εὐπόλιδος πᾶσα, ἵνα μὴ νῦν μηκύνωμεν παραδείγματα παρατιθέμενοι.

Τοσαῦτα περὶ τῶν μέτρων, περὶ δὲ ποιήματος ἑξῆς ῥητέον.