Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Γίνεται δὲ καὶ ἀσυνάρτητα, ὁπόταν δύο κῶλα μὴ δυνάμενα ἀλλήλοις συναρτηθῆναι μηδὲ ἕνωσιν ἔχειν ἀντὶ ἑνὸς μόνου παραλαμβάνηται στίχου.

(2) Πρῶτος δὲ καὶ τούτοις Ἀρχίλοχος κέχρηται· πῆ μὲν γὰρ ἐποίησεν ἔκ τε ἀναπαιστικοῦ ἑφθημιμεροῦς καὶ τροχαϊκοῦ ἡμιολίου τοῦ καλουμένου ἰθυφαλλικοῦ (Arch. 79)

Ἐρασμονίδη Χαρίλαε, χρῆμά τοι γελοῖον.

Τοῦτο δὲ οἱ μετ’ αὐτὸν οὐχ ὁμοίως αὐτῷ ἔγραψαν. οὗτος μὲν γὰρ τῇ τε τομῇ δι’ ὅλου κέχρηται [τοῦ ἑφθημιμεροῦς] καὶ σπονδείους παρέλαβεν ἐν τῷ ἀναπαιστικῷ κώλῳ, οἷον (Arch. 81)

ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν ἦσαν· οἱ δὲ πολλοί·
οἱ δὲ μετ’ αὐτὸν τῇ μὲν τομῇ ἀδιαφόρως ἐχρήσαντο, ὥσπερ Κρατῖνος (323)
χαῖρ’, ὦ μέγ’ ἀχρειόγελως ὅμιλε ταῖς ἐπίβδαις, τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων· εὐδαίμον’ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις·
(ἐνταῦθα γὰρ ὁμοίως τὸ τρίτον τέτμηται τοῖς Ἀρχιλοχείοις, τὰ δὲ πρὸ αὐτοῦ δύο πρὸ συλλαβῆς.)

(3) καὶ μέντοι καὶ τοὺς σπονδείους παρῃτήσαντο τοὺς ἐν

τῷ μέσῳ οἱ μετὰ τὸν Ἀρχίλοχον, ὡς οὐκ ἀναπαιστικὸν ἡγούμενοι, ἀλλὰ προσοδιακόν, τὸ ἐξ ἰωνικῆς καὶ χοριαμβικῆς, τῆς ἰωνικῆς καὶ βραχεῖαν τὴν πρώτην δεχομένης. δύναται δὲ καὶ εἰς τρίτον ἀνάπαιστον διαιρεῖσθαι, εἰ ἀπὸ σπονδείου ἄρχοιτο, οἷον τὸ Σαπφοῦς (82)
αὐτὰ δὲ σὺ Καλλιόπα,
τοῦ προσοδιακοῦ ὂν καὶ τοῦτο εἶδος [τὸ ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ συγκείμενον].

(4) τὸ τοίνυν ἀναπαιστικὸν εἴ τις οὕτω διαιροῖτο, εὑρήσει τῷ προσοδιακῷ ἐφαρμόζον. ἐὰν μὲν γὰρ σπονδεῖον ἔχῃ τὸν πρῶτον, τοὺς δὲ ἑξῆς ἀναπαίστους, τὰς τοῦ δευτέρου ἀναπαίστου δύο βραχείας προσθεὶς τῷ σπονδείῳ ποιήσεις ἰωνικὸν ἀπὸ μείζονος, τὸν δ’ ἑξῆς χορίαμβον. δύναται δὲ κἂν ἀπὸ ἀναπαίστου κἂν ἀπὸ δακτύλου ἄρχηται τὸ ἀναπαιστικὸν ὡς ἰωνικὸν λελυμένον παραλαμβάνεσθαι, τῶν ἑξῆς χοριάμβου γινομένων. διὰ τοῦτο καὶ ἀπὸ ἰάμβου ἄρχονται ἐν τῷ ἀναπαιστικῷ, ὥσπερ Ἀρχίλοχος ἐν τῷ

Ἐρασμονίδη Χαρίλαε,
ὡς δυναμένου καὶ τοῦ παιῶνος δευτέρου ἀντὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος παραλαμβάνεσθαι [ἵνα μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικόν].

(5) Παραιτοῦνται τοίνυν τοὺς ἐν μέσῳ σπονδείους, ἵνα

μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικὸν, ὅπερ ἐστὶν ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ. δύναται δέ τις βιαζόμενος καὶ ἑξῆς ὄντων δύο σπονδείων, ὡς παρὰ Ἀρχιλόχῳ
ἀστῶν δ’ οἱ μὲν κατ’ ὄπισθεν
τὸν πρῶτον μολοσσὸν ποιήσας καὶ λαβὼν αὐτὸν ἀντὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος, τὸν ἑξῆς χορίαμβον ποιῆσαι, εἰ μὴ ἄρα ἐν τῷ προσοδιακῷ ἡ συναίρεσις τοῦ ἰωνικοῦ, τουτέστιν ὁ μολοσσός, μὴ ἐμπίπτοι.

(6) Ὑπονοήσειε δ’ ἄν τις καὶ τρίτην διαφορὰν εἶναι τῷ Ἀρχιλόχῳ πρὸς τοὺς μετ’ αὐτόν, καθ’ ἣν ἄνα παίστῳ δοκεῖ τῷ πρώτῳ χρῆσθαι,

ἐρέω πολὺ φίλταθ’ ἑταίρων, τέρψεαι δ’ ἀκούων (80)
φιλέειν στυγνόν περ ἐόντα, μηδὲ διαλέγεσθαι (81)
, ᾧ οὐκ ἐχρήσαντο ἐκεῖνοι. φαίνεται δὲ οὐδ’ αὐτὸς κεχρημένος· δύναται γὰρ ἀμφότερα κατὰ συνεκφώνησιν εἰς ἴαμβον περιίστασθαι, ἡ δὲ φαντασία τοῦ ἀναπαίστου γέγονε διὰ τὴν ἰωνικὴν ἐν ἑκατέρῳ διαίρεσιν· ὥστε τὰς προειρημένας μόνας δύο διαφορὰς εἶναι τοῖς νεωτέροις πρὸς τὸν ἰαμβοποιὸν Ἀρχίλοχον.

(7) Κρατῖνος δὲ ὅταν λέγῃ ἐν τοῖς Ἀρχιλόχοις (10)

Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων,
τοῦτο τὸ μέτρον ἀγνοεῖ ὅτι οὐκ ἄντικρυς μιμεῖται τοῦ Ἀρχιλόχου τὸν Ἐρασμονίδην.