Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(3) Τῶν δὲ ἐν τῷ μέτρῳ μεγεθῶν τὸ μὲν ἐπισημότατόν ἐστι τὸ τετράμετρον καταληκτικόν, οἷόν ἐστι τὸ Φρυνίχου τοῦ τραγικοῦ τουτί (14)
τό γε μὴν ξείνια δούσαις, λόγος ὥσπερ λέγεται, ὀλέσαι, κἀποτεμεῖν ὀξέϊ χαλκῷ κεφαλάν,καὶ παρὰ Φρυνίχῳ τῷ κωμικῷ (70)
ἃ δ’ ἀνάγκα ’ σθ’ ἱερεῦσιν καθαρεύειν φράσομεν·τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μῃτρῳακὸν [καὶ ἀνακλώμενον] καλεῖται ― ὕστερον δὲ 〈καὶ〉 ἀνακλώμενον ἐκλήθη ― διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ (ἐν οἷς καὶ τὰ τοὺς τρίτους παιῶνας ἔχοντα καὶ παλιμβάκχειον καὶ τὰς τροχαϊκὰς ἀδιαφόρως παραλαμβάνουσι πρὸς τὰ καθαρά), ὡς καὶ τὰ πολυθρύλητα ταῦτα παραδείγματα δηλοῖ (fr. lyr. ad. 121)
Γαλλαὶ μητρὸς ὀρείης φιλόθυρσοι δρομάδες, αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλα.
(4) Καὶ τῷ βραχυκαταλήκτῳ δὲ Ἀνακρέων ὅλα ᾄσματα συνέθηκεν (47)
μεγάλῳ δηῦτέ μ’ ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίῃ δ’ ἔλουσεν ἐν χαράδρῃ.Τῶν δὲ τριμέτρων τὸ μὲν ἀκατάληκτον (Sapph. 87)
†ζαελεξάμαν ὄναρ Κυπρογενήᾳπαρὰ τῇ Σαπφοῖ, παρὰ δὲ Ἀνακρέοντι (50) ἑτέρως ἐσχημάτισται
ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδαμὰ τῶνδε.τὸ δὲ καταληκτικόν (Anacr. 55)
Διονύσου σαῦλαι βασσαρίδες.
(5) Τὸ δὲ 〈δίμετρον τὸ〉 ἀκατάληκτον κατὰ τὸν ἀνακλώμενον χαρακτῆρα πολὺ παρὰ τῷ Ἀνακρέοντί ἐστι (61)
παρὰ δηῦτε Πυθόμανδρον κατέδυν ἔρωτα φεύγων·τῷ δὲ καθαρῷ ἑφθημιμερεῖ ὅλον ᾆσμα Τιμοκρέων συνέθηκε (6)
Σικελὸς κομψὸς ἀνὴρ ποτὶ τὰν ματέρ’ ἔφα.
(1) Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸς μελοποιίαν, τὸ δὲ κρητικὸν ἐπιτήδειον· δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς καλου μένους παιῶνας· καλεῖται δὲ καὶ ὑπ’ αὐτῶν τῶν ποιητῶν κρητικόν, ὥσπερ ὑπὸ Κρατίνου ἐν Τροφωνίῳ (222)
ἔγειρε δὴ νῦν, μοῦσα, κρητικὸν μέλος,εἶτα ἐπιφέρει (222)
χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές· ἀλλ’ ὅπως.
(2) Ἐπιτηδεύουσι δὲ ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν πλὴν τῆς τελευταίας χώρας, εἰς ἣν τὸν κρητικὸν παραλαμβάνουσιν· οὕτω γοῦν τὸ πολυθρύλητον τετράμετρον συντιθέασιν, οὗ παραδείγματα ἐκ τῶν Ἀριστοφάνους Γεωργῶν (110)
ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.(κέχρηται δὲ αὐτῷ καὶ ἐν ἄλλοις δράμασιν ὁ Ἀριστοφάνης καὶ ἐν Σφηξίν (1275)
ὦ μακάρι’ Αὐτόμενες ὥς σε μακαρίζομεν,καὶ Εὔπολις ἐν Κόλαξι (160)
φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ καὶ πολὺ μέγιστ’ ἀγαθά· ταῦτα δ’ ἀποδείξομεν
(3) ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, (111)
ἐν ἀγορᾷ δ’ αὗ πλάτανον εὖ διαφυτεύσομεν.ἐν δὲ ταῖς δευτέραις Θεσμοφοριαζούσαις (334) καὶ κρητικοὺς πολλάκις ἐν μέσοις τοῖς τετραμέτροις παρέλαβεν
μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.Σιμίας δὲ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλεῖστους κρητικοὺς παραλαμβάνειν,
μᾶτερ ὦ ποντία κλῦθι νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν,καὶ πάλιν
σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.
(4) ἓν δὲ ποίημα ἐπετήδευσε συνθεῖναι, ὥστε ἀμφοτέρας τὰς ἑκατέρωθεν τοῦ κρητικοῦ μακρὰς λύσας τὸν ἐκ πέντε βραχειῶν παραλαμβάνειν πλὴν τῆς τελευταίας,
ἐφ’ ἧς τὸν τέταρτον παραλαμβάνει παιῶνα· ― ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τῆς παρατελεύτου κέχρηται· ―σέ ποτε Διὸς ἀνὰ πύματα νεαρὲ κόρε νεβροχίτων.συντιθέασι δέ τινες καὶ ἑτέρῳ τρόπῳ τὸ τετράμετρον, ὥστε τρεῖς εἶναι τοὺς καλουμένους τετάρτους παιῶνας, εἶτα τελευταῖον τὸν κρητικόν (fr. lyr. ad. 107)
θυμελικὰν ἰθι μάκαρ φιλοφρόνως εἰς ἔριν.
(5) Ὧι δὴ ἔφαμεν (40 14) τρόπῳ συνεχῶς κεχρῆσθαι αὐτοὺς ἐπὶ τοῦ τετραμέτρου, ὥστε τοῖς τρισὶ παιῶσι τοῖς πρώτοις ἐπάγειν κρητικόν, τούτῳ καὶ ἐπὶ τοῦ πενταμέτρου Θεόπομπος ὁ κωμικὸς ἐχρήσατο ἐν Παισίν (38), ἀφ’ οὗ καὶ Θεοπόμπειον καλεῖται,
πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.
(6) Δύναται δὲ καὶ μέχρι τοῦ ἑξαμέτρου προκόπτειν τὸ μέτρον διὰ τὸ τὸ τριακοντάσημον μὴ ὑπερβάλλειν, καὶ εἴη ἂν ἑξάμετρον καταληκτικὸν τὸ καλούμενον . . . τὸ τοῦ Ἀλκμᾶνος ἐκ μόνων ἀμφιμάκρων (Alcm. 38)
Ἀφροδίτα μὲν οὐκ ἔστι, μάργος δ’ Ἔρως οἷα 〈παῖς〉 παίσδει ἄκρ’ ἐπ’ ἄνθη καβαίνων, ἃ μή μοι θίγῃς, τῶ κυπαιρίσκω.