Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ δὲ ἀπ’ ἐλάσσονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τροχαϊκὰς [διποδίας] οὕτως, ὥστε τὴν πρὸ τῆς τροχαϊκῆς ἀεὶ γίνεσθαι πεντάσημον, τουτέστι τρίτην παιωνικήν, καὶ τὴν τροχαϊκήν, ὁπόταν προτάττοιτο τῆς ἰωνικῆς, γίνεσθαι ἑπτάσημον [τροχαϊκήν], τὸν καλούμενον δεύτερον ἐπίτριτον· ἔσθ’ ὅτε δὲ ἡ μὲν τρίτη παιωνικὴ συναιρεῖται εἰς παλιμβάκχειον, τῆς δὲ ἐπιφερομένης τροχαϊκῆς ὁ πρότερος λύεται εἰς τρίβραχυν· ἐμπίπτουσι δὲ καὶ οἱ μολοττοὶ ἐπὶ τῶν περιττῶν χωρῶν ἐν τοῖς ἀπ’ ἐλάσσονος ἰωνικοῖς, ὥσπερ ἐν τοῖς ἀπὸ μείζονος ἐπὶ τῶν ἀρτίων.

(2) Καὶ ὅλα μὲν οὖν ἄσματα γέγραπται ἰωνικά, ὥσπερ Ἀλκμᾶνι (85ᵃ)

Ἑκατὸν μὲν Διὸς υἱὸν τάδε Μῶσαι κροκόπεπλοι,
Σαπφοῖ δὲ (88)
τί με Πανδιονὶς ὤραννα χελιδών,
Ἀλκαίῳ δὲ πολλά, ὥσπερ καὶ τόδε (59)
ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν.

(3) Τῶν δὲ ἐν τῷ μέτρῳ μεγεθῶν τὸ μὲν ἐπισημότατόν ἐστι τὸ τετράμετρον καταληκτικόν, οἷόν ἐστι τὸ Φρυνίχου τοῦ τραγικοῦ τουτί (14)

τό γε μὴν ξείνια δούσαις, λόγος ὥσπερ λέγεται, ὀλέσαι, κἀποτεμεῖν ὀξέϊ χαλκῷ κεφαλάν,
καὶ παρὰ Φρυνίχῳ τῷ κωμικῷ (70)
ἃ δ’ ἀνάγκα ’ σθ’ ἱερεῦσιν καθαρεύειν φράσομεν·
τοῦτο μέντοι καὶ γαλλιαμβικὸν καὶ μῃτρῳακὸν [καὶ ἀνακλώμενον] καλεῖται ― ὕστερον δὲ 〈καὶ〉 ἀνακλώμενον ἐκλήθη ― διὰ τὸ πολλὰ τοὺς νεωτέρους εἰς τὴν μητέρα τῶν θεῶν γράψαι τούτῳ τῷ μέτρῳ (ἐν οἷς καὶ τὰ τοὺς τρίτους παιῶνας ἔχοντα καὶ παλιμβάκχειον καὶ τὰς τροχαϊκὰς ἀδιαφόρως παραλαμβάνουσι πρὸς τὰ καθαρά), ὡς καὶ τὰ πολυθρύλητα ταῦτα παραδείγματα δηλοῖ (fr. lyr. ad. 121)
Γαλλαὶ μητρὸς ὀρείης φιλόθυρσοι δρομάδες, αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλα.

(4) Καὶ τῷ βραχυκαταλήκτῳ δὲ Ἀνακρέων ὅλα ᾄσματα συνέθηκεν (47)

μεγάλῳ δηῦτέ μ’ ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίῃ δ’ ἔλουσεν ἐν χαράδρῃ.
Τῶν δὲ τριμέτρων τὸ μὲν ἀκατάληκτον (Sapph. 87)
†ζαελεξάμαν ὄναρ Κυπρογενήᾳ
παρὰ τῇ Σαπφοῖ, παρὰ δὲ Ἀνακρέοντι (50) ἑτέρως ἐσχημάτισται
ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδαμὰ τῶνδε.
τὸ δὲ καταληκτικόν (Anacr. 55)
Διονύσου σαῦλαι βασσαρίδες.

(5) Τὸ δὲ 〈δίμετρον τὸ〉 ἀκατάληκτον κατὰ τὸν ἀνακλώμενον χαρακτῆρα πολὺ παρὰ τῷ Ἀνακρέοντί ἐστι (61)

παρὰ δηῦτε Πυθόμανδρον κατέδυν ἔρωτα φεύγων·
τῷ δὲ καθαρῷ ἑφθημιμερεῖ ὅλον ᾆσμα Τιμοκρέων συνέθηκε (6)
Σικελὸς κομψὸς ἀνὴρ ποτὶ τὰν ματέρ’ ἔφα.

(1) Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸς μελοποιίαν, τὸ δὲ κρητικὸν ἐπιτήδειον· δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς καλου μένους παιῶνας· καλεῖται δὲ καὶ ὑπ’ αὐτῶν τῶν ποιητῶν κρητικόν, ὥσπερ ὑπὸ Κρατίνου ἐν Τροφωνίῳ (222)

ἔγειρε δὴ νῦν, μοῦσα, κρητικὸν μέλος,
εἶτα ἐπιφέρει (222)
χαῖρε δή, μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές· ἀλλ’ ὅπως.

(2) Ἐπιτηδεύουσι δὲ ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν πλὴν τῆς τελευταίας χώρας, εἰς ἣν τὸν κρητικὸν παραλαμβάνουσιν· οὕτω γοῦν τὸ πολυθρύλητον τετράμετρον συντιθέασιν, οὗ παραδείγματα ἐκ τῶν Ἀριστοφάνους Γεωργῶν (110)

ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική, χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
(κέχρηται δὲ αὐτῷ καὶ ἐν ἄλλοις δράμασιν ὁ Ἀριστοφάνης καὶ ἐν Σφηξίν (1275)
ὦ μακάρι’ Αὐτόμενες ὥς σε μακαρίζομεν,
καὶ Εὔπολις ἐν Κόλαξι (160)
φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ καὶ πολὺ μέγιστ’ ἀγαθά· ταῦτα δ’ ἀποδείξομεν

(3) ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, (111)

ἐν ἀγορᾷ δ’ αὗ πλάτανον εὖ διαφυτεύσομεν.
ἐν δὲ ταῖς δευτέραις Θεσμοφοριαζούσαις (334) καὶ κρητικοὺς πολλάκις ἐν μέσοις τοῖς τετραμέτροις παρέλαβεν
μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας· ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
Σιμίας δὲ ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλεῖστους κρητικοὺς παραλαμβάνειν,
μᾶτερ ὦ ποντία κλῦθι νυμφᾶν ἁβρᾶν Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν,
καὶ πάλιν
σοὶ μὲν εὔιππος εὔπωλος ἐγχέσπαλος δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.

(4) ἓν δὲ ποίημα ἐπετήδευσε συνθεῖναι, ὥστε ἀμφοτέρας τὰς ἑκατέρωθεν τοῦ κρητικοῦ μακρὰς λύσας τὸν ἐκ πέντε βραχειῶν παραλαμβάνειν πλὴν τῆς τελευταίας,

ἐφ’ ἧς τὸν τέταρτον παραλαμβάνει παιῶνα· ― ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τῆς παρατελεύτου κέχρηται· ―
σέ ποτε Διὸς ἀνὰ πύματα νεαρὲ κόρε νεβροχίτων.
συντιθέασι δέ τινες καὶ ἑτέρῳ τρόπῳ τὸ τετράμετρον, ὥστε τρεῖς εἶναι τοὺς καλουμένους τετάρτους παιῶνας, εἶτα τελευταῖον τὸν κρητικόν (fr. lyr. ad. 107)
θυμελικὰν ἰθι μάκαρ φιλοφρόνως εἰς ἔριν.

(5) Ὧι δὴ ἔφαμεν (40 14) τρόπῳ συνεχῶς κεχρῆσθαι αὐτοὺς ἐπὶ τοῦ τετραμέτρου, ὥστε τοῖς τρισὶ παιῶσι τοῖς πρώτοις ἐπάγειν κρητικόν, τούτῳ καὶ ἐπὶ τοῦ πενταμέτρου Θεόπομπος ὁ κωμικὸς ἐχρήσατο ἐν Παισίν (38), ἀφ’ οὗ καὶ Θεοπόμπειον καλεῖται,

πάντ’ ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.

(6) Δύναται δὲ καὶ μέχρι τοῦ ἑξαμέτρου προκόπτειν τὸ μέτρον διὰ τὸ τὸ τριακοντάσημον μὴ ὑπερβάλλειν, καὶ εἴη ἂν ἑξάμετρον καταληκτικὸν τὸ καλούμενον . . . τὸ τοῦ Ἀλκμᾶνος ἐκ μόνων ἀμφιμάκρων (Alcm. 38)

Ἀφροδίτα μὲν οὐκ ἔστι, μάργος δ’ Ἔρως οἷα 〈παῖς〉 παίσδει ἄκρ’ ἐπ’ ἄνθη καβαίνων, ἃ μή μοι θίγῃς, τῶ κυπαιρίσκω.

(7) Δεδηλώσθω δὲ ὅτι καὶ ὅλα ἄσματα κρητικὰ συντίθεται, ὥσπερ καὶ παρὰ Βακχυλίδῃ (31 ═ 16 Blass) ὦ Περικλειτὲ δᾶλα ἀγνοήσειν μὲν οὔ σ’ ἔλπομαι·

(8) Τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν, ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον (Aeschyl. 23)

ὁ ταῦρος δ’ ἔοικεν κυρίξειν † τιν’ ἀρχὰν φθάσαντος δ’ ἐπ’ ἔργοις προπηδήσεταί νιν †

Τοσαῦτα περὶ τῶν ἐννέα τῶν μονοειδῶν καὶ ὁμοιοειδῶν.

(1) Τῆς δὲ κατ’ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνότατα παραθησόμεθα. Ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν καλούμενον ἑνδεκασύλλαβον, οἷον (Sapph. 1)

Ποικιλόθρον’ ἀθανάτ’ Ἀφρόδιτα·
τοῦτο δὲ τὴν μὲν πρώτην συζυγίαν ἔχει τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν χοριαμβικήν, τὴν δὲ κατάκλειδα ἐξ ἰάμβου καὶ τῆς ἀδιαφόρου· ὥστε εἶναι τὰ πάντα δύο σχήματα περὶ τὴν τετάρτην συλλαβήν, πῆ μὲν βραχεῖαν γινομένην, πῆ δὲ μακράν. θάτερον μὲν οὖν σχῆμα, τὸ
Ποικιλόθρον, ἀθανάτ’ Ἀφρόδιτα
πρόκειται· θάτερον δέ (Sapph. 1, 5)
ἀλλὰ τυίδ’ ἔλθ’ αἴ ποτα κἀτέρωτα·
ὥστ’ εἶναι τὸν κανόνα τοιοῦτον,
βαβα βααβ αββ βαββ βααβ αβα
ἔστι δὲ καὶ παρ’ Ἀλκαίῳ - καὶ ἄδηλον ὁποτέρου ἐστὶν εὕρημα, εἰ καὶ Σαπφικὸν καλεῖται - οἷον (Alc. 5, 1)
χαῖρε Κυλλάνας ὃ μέδεις, σὲ γάρ μοι.
τοιούτοις χρῶνται τρισὶν εἰς ἑκάστην στροφήν· εἶτα ἐπιφέρουσι τὸ τέταρτον πεντασύλλαβον, χοριαμβικὸν πενθημιμερές, συνεμπίπτον δακτυλικῷ τῷ εἰς δεύτερον τροχαῖον, οἷόν ἐστι τὸ (Sapph. 1, 4)
πότνια θυμόν.
Τοῦτο μὲν οὖν πότνια θυμόν.

(2) Τοῦτο μὲν οὖν ἀπὸ τροχαϊκῆς ἐστὶν ἐπιχοριαμβικόν, ἀπὸ δὲ ἀντισπαστικῆς τὸ καλούμενον Πινδαρικὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην ἀντισπαστικὴν ἔχει, τὰ δὲ λοιπὰ ὁμοίως τῷ Σαπφικῷ χοριαμβικὴν καὶ ἰαμβικὴν κατάκλειδα, οἷον

Ὁ Μουσαγέτας με καλεῖ χορεῦσαι (Pind. fr. 116) - ἄγοις ὦ κλυτὰ θεράποντα Λατοῖ (Pind. fr. 117).

(3) Ἐπιωνικὸν δὲ ἀπὸ μείζονος τρίμετρον καταληκτικόν ἐστι, τὸ καλούμενον Ἀλκαϊκὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην συζυγίαν ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἀπὸ μείζονος ἢ δευτέραν παιωνικήν, τὴν δὲ κατάκλειδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου, οἷον

ὧ’ ναξ Ἄπολλον, παῖ μεγάλω Δίος
(Alc. 1) -
Μέλαγχρος αἰδῶς ἄξιος εἰς πόλιν (Alc. 21).
ὥστε εἶναι σχήματα μὲν αὐτοῦ τέσσαρα, κανόνα δὲ τοιόνδε·
αβαβ ββαα βααᵝ ββας ββαα βααᵝ αβαβ αβαα βααᵝ ββαβ αβαα βααᵝ

(4) Τρίμετρον δὲ ἀκατάληκτον τὸ τούτου περιττεῦον συλλαβῇ τῇ τελευταίᾳ, καλούμενον δὲ Ἀλκαϊκὸν δωδεκασύλλαβον, οἷον (Alc. 55) ἰόπλοκ’, ἁγνά, μελλιχόμειδε Σαπφοῖ, οὗ κανὼν οὗτος.

αβαβ ββαα βαβαᵝ ββαβ αβαα βαββᵅ

(5) Τετράμετρον δὲ καταληκτικὸν ἐπιωνικόν, ὃ τὴν μὲν πρώτην ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἢ δευτέραν παιωνικήν, τὴν δὲ τρίτην τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, εἶτα τὴν ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου κατάκλειδα, οἷον

τοοῦτος εἰς Θήβας πάϊς ἁρμάτεσσ’ ὀχήμενος
(fr. lyr. ad. 51) -
Μᾶλις μὲν ἔννη λεπτὸν ἔχοισ’ ἐπ’ ἀτράκτῳ λίνον (fr. lyr. ad. 52).
κανὼν δὲ αὐτοῦ
αβαβ ββαα βαβα βααᵝ ββαβ αβαα βαββ βαβᵅ.

(6) Ἀπ’ ἐλάσσονος δὲ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτόν ἐστι παρ’ Ἀλκμᾶνι, ὃ τὴν μὲν πρώτην ἔχει ἰαμβικὴν ἑξάσημον ἢ ἑπτάσημον, τὰς δὲ ἑξῆς δύο ἰωνικὰς ἑξασήμους καθαράς, οἷον

περισσόν. αἳ γὰρ Ἀπόλλων ὁ Λύκηος
(Alcm. 83) ―
Ἰνὼ σαλασσομέδοισ’ ἅν ἀπὸ μάσδων (Alcm. 84).
κανὼν δὲ αὐτοῦ
αβαβ ααββ ααββᵅ ββαβ ααββ ααββᵅ.

(7) Καθαροῦ μὲν ὄντος τοῦ ἰωνικοῦ τοῦτο· ἀνακλωμένου δὲ ὄντος αὐτοῦ, προταχθεῖσα ἰαμβικὴ ἑξάσημος ἢ ἑπτάσημος ποιεῖ τὸ τοιοῦτον, οἷον παρὰ Σαπφοῖ

ἔχει μὲν Ἀνδρομέδα καλὰν ἀμοιβάν (58) ― Ψάπφοι τί τὰν πολύολβον Ἀφροδίταν (59)·
κανὼν δὲ αὐτοῦ
αβαβ ααβα βαββᵅ ββαβ ααβα βαββᵅ.