Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ δὲ ἀπὸ μείζονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ πρὸς τὰς τροχαϊκὰς ἐπί μικτὸν· ὅτε μέντοι ἀκατάληκτόν ἐστι, καθόλου σπανίως εἰς τὴν ἰωνικὴν περαιοῦται διὰ τὸ ἀπρεπῆ εἶναι τὴν ἰωνικὴν ἐπὶ τέλους οὖσαν.

(2) Ἔστι τοίνυν ἐπίσημα ἐν τῷ ἰωνικῷ ἑφθημιμερῆ μὲν τὰ τοιαῦτα, οἷς ἡ Τελέσιλλα (1) ἐχρήσατο,

ἅδ’ Ἄρτεμις, ὦ κόραι, φεύγοισα τὸν Ἀλφεόν,
καὶ δίμετρον ἀκατάληκτον τὸ καλούμενον Κλεομάχειον, ἐν ᾧ καὶ οἱ μολοσσοὶ ἐπὶ τῶν ἀρτίων χωρῶν ἐμπίπτουσι καὶ οἱ χορίαμβοι, οἷον (anthol. lyr. p. 504)
τίς τὴν ὑδρίην ἡμῶν ἐψόφησ’; ἐγὼ πίνων,

(3) καὶ τρίμετρα βραχυκατάληκτα τὰ καλούμενα Πραξίλλεια, ἃ τὴν μὲν πρώτην ἔχει ἰωνικήν, τὴν δὲ δευτέραν τροχαϊκήν, οἷά ἐστι τὰ τοιαῦτα Σαπφοῦς (53)

πλήρης μὲν ἐφαίνετ’ ἀ σελάνα· αἱ δ’ ὡς περὶ βωμὸν ἐστάθησαν·
τὰ δὲ τρίμετρα ἀκατάληκτα διχῶς συνέθεσαν οἱ Αἰολεῖς· τὰ μὲν γὰρ ἐκ δύο ἰωνικῶν καὶ τροχαϊκῆς ἐποίησαν, οἷον (Sapph. 54)
Κρῆσσαι νύ ποθ’ ὧδ’ ἐμμελέως πόδεσσιν ὠρχεῦντ’ ἀπαλοῖσ’ ἀμφ’ ἐρόεντα βωμόν·
ἔνια δὲ ἐκ μιᾶς ἰωνικῆς καὶ δύο τροχαϊκῶν, οἷον (Alc. 38)
Τριβώλετερ· οὐ γὰρ Ἀρκάδεσσι λώβα.

(4) Τῶν δὲ τετραμέτρων ἐπισημότατόν ἐστι βραχυκατάληκτον τὸ καλούμενον Σωτάδειον· τοῦτο δὲ κατὰ τὰς τρεῖς χώρας δέχεται ἰωνικὴν συζυγίαν, ἢ τροχαϊκήν, ἢ τὴν ἐξ ἀναπαίστου καὶ πυρριχίου, ἢ τὴν ἐκ τριβράχεος καὶ τροχαίου, ἢ τὴν ἐκ μακρᾶς καὶ τεσσάρων βραχειῶν, ἢ τὴν ἐξ ἕξ βραχειῶν, οἷον

Ἥρην ποτέ φασιν Δία τὸν τερπικέραυνον·

(5) καὶ τετράμετρα δὲ ἀκατάληκτα διαφόρως συνέθεσαν· ἢ γὰρ τρισὶν ἰωνικαῖς μίαν τροχαϊκὴν τὴν τελευταίαν ἐπήγαγον ― καλεῖται δὲ Αἰολικόν, ὅτι Σαπφὼ πολλῷ αὐτῷ ἐχρήσατο ― οἷον (Sapph. 76. 77)

εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως· ― ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν·
(παρατηρεῖν δὲ χρή, ὅτι τὴν πρώτην συζυγίαν καὶ ἀπὸ βραχείας ἀρχομένην ποιοῦσιν, ὥσπερ καὶ ἐν τοῖς τριμέτροις (Saph. 54, 3)
πόας τέρεν ἄνθος μαλακὸν μάτεισαι·
) ἐνίοτε δὲ ἐναλλὰξ τὰς ἰωνικὰς ταῖς τροχαϊκαῖς παραλαμβάνουσιν,
ἀντὶ μὲν τῶν ἰωνικῶν ἔσθ’ ὅτε τὰς δευτέρας παιωνικὰς παραλαμβάνοντες, ἀντὶ δὲ τῶν ἑξασήμων τροχαϊκῶν ἔσθ’ ὅτε τὰς ἑπτασήμους τροχαϊκάς, οἷον (Sapph. 52)
δέδυκε μὲν ἁ σελάννα καὶ πληιάδες· μέσαι δὲ νύκτες, παρὰ δ’ ἔρχεθ’ ὥρα· ἐγὼ δὲ μόνα καθεύδω.