Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Τὸ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα, τὰς δ’ ἐν μέσῳ καθαρὰς ἀντισπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον, ἰαμβικήν. Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς,

οὐ μόνον τὴν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς ἰαμβικαῖς ἑπομένην· ἔστι δὲ ὅτε καὶ λύεται ὁ πρότερος ποὺς εἰς τρίβραχυν.

(2) Καὶ ἔστιν ἐπίσημα ἐν αὐτῷ τάδε· πενθημιμερὲς μὲν τὸ καλούμενον δοχμιακόν, οἷον

κλύειν μαίεται τὸν ἐγχώριον·
ἑφθημιμερὲς δὲ τὸ καλούμενον Φερεκράτειον (79)
ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις.
δίμετρον δὲ ἀκατάληκτον τὸ καλούμενον Γλυκώνειον, αὐτοῦ Γλύκωνος εὑρόντος αὐτό (fr. lyr. adesp. 79ᵅ)
κάπρος ἡνίχ’ ὁ μαινόλης ὀδόντι σκυλακοκτόνῳ Κύπριδος θάλος ὤλεσεν·
δίμετρον δὲ ὑπερκατάληκτον τὸ καλούμενον Σαπφικὸν ἐννεασύλλαβον ἢ Ἱππωνάκτειον, οἷον (Hipp. 92)
καὶ κνίσῃ τινὰ θυμιήσας.

(3) Τῶν δὲ τριμέτρων τὸ μὲν καταληκτικὸν τὸ μόνην

τὴν πρώτην ἀντισπαστικὴν ἔχον, τὰς δὲ ἑξῆς ἄλλας ἰαμβικὰς Φαλαίκειον καλεῖται, οἷον (Kratin. 321)
χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων, Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων·
τὸ δὲ ἀκατάληκτον τὸ μόνην τὴν τελευταίαν ἔχον ἰαμ βικὴν καλεῖται Ἀσκληπιάδειον, οἷον τὸ Ἀλκαίου (33)
ἦλθες ἐκ περάτων γᾶς, ἐλεφαντίναν λαβὰν τῶ ξίφεος χρυσοδέταν ἔχων·
τὸ δὲ μέσην μὲν ἔχον τὴν ἀντισπαστικήν, τρεπομένην κατὰ τὸν ἕτερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλά βου σχήματα, ἑκατέρωθεν δὲ τὰς ἰαμβικάς, ὧν ἡ πρώτη καὶ ἀπὸ σπονδείου ἄρχεται, Ἀλκαϊκὸν καλεῖται δωδεκασύλλαβον, οἷον (Alc. 62)
κόλπῳ σ’ ἐδέξανθ’ ἁγναὶ Χάριτες Κρόνῳ.

(4) Τῶν δὲ τετραμέτρων τὸ μὲν καταληκτικὸν καθαρόν ἐστι τὸ τοιοῦτον (Sapph. 62)

κατθνάσκει Κυθέρη’ ἁβρὸς Ἄδωνις· τί κε θεῖμεν; καττύπτεσθε κόραι καὶ κατερείκεσθε χιτῶνας·
τὸ δὲ τὴν δευτέραν ἰαμβικὴν ἔχον καλεῖται Πριάπειον, οἷον (Anacr. 17)
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη.
πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη. πολυσχημάτιστον μὲν οὖν αὐτὸ ποιοῦσιν, ἀλλὰ τό γε καθαρῶς ἐσχηματισμένον ἐστὶ τοιοῦτον. ―

(5) ἔστι δὲ πυκνὸν καὶ τὸ τὴν δευτέραν μόνην ἀντισπαστικὴν ἔχον, ᾧ μέτρῳ ἔγραψεν ᾄσματα καὶ Σαπφὼ ἐπὶ † τῆς τοῦ ἑβδόμου (90)

γλυκῆα μᾶτερ, οὔ τοι δύναμαι κρέκην τὸν ἱστὸν πόθῳ δαμεῖσα παιδὸς βραδίναν δι’ Ἀφροδίταν.

(6) Τὸ δὲ ἀκατάληκτον καλεῖται Σαπφικὸν ἑκκαιδεκασύλλαβον, ᾧ τὸ τρίτον ὅλον Σαπφοῦς γέγραπται, πολλὰ δὲ καὶ Ἀλκαίου ᾄσματα (85)

Νύμφαις ταὶς Διὸς ἐξ αἰγιόχω φαῖσι τετυγμέναις.
Σιμίας δὲ καὶ τῷ ὑπερκαταλήκτῳ κέχρηται
τὸν στυγνὸν Μελανίππου φόνον αἱ πατροφόνων ἔριθοι,
ὅπερ καὶ καλεῖται Σιμιακόν. ―

(7) Ὁ δὲ Ἀλκαῖος (48ᵅ) καὶ πενταμέτρῳ ἀκαταλήκτῳ ἐχρήσατο

Κρονίδα βασιλῆος γένος Αἶαν, τὸν ἄριστον πέδ’ Ἀχιλλέα.