Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μὴ εἶναι μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν.

(2) Μακρά ἐστι συλλαβὴ ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν [οἷον θ̅η̅ς θ̅ω̅ς ̅κ̅α̅ὶ ̅ν̅α̅ῦ̅ς].

εἰ δὲ μή, οὔκ εἰσιν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.

(3) Θέσει μακραὶ γίνονται, ὅταν βραχέος ὄντος ἢ βραχυνομένου φωνήεντος σύμφωνα πίπτῃ μεταξὺ αὐτοῦ καὶ τοῦ τῆς ἑξῆς συλλαβῆς φωνήεντος πλείονα ἑνὸς ἁπλοῦ. γίνεται δὲ τοῦτο κατὰ πέντε τρόπους.

ἤτοι γὰρ λήξει εἰς δύο σύμφωνα οἷον

Τίρυνς οὐδέ τι τεῖχος ἐπήρκεσε (adesp.), καὶ κεῖνος ἐν σάλεσσι 〈πολλοῖς〉 ἥμενος μάκαρς ἀνήρ (Alcm. 10),
καὶ Τιμοκρέοντος ἐκ τῶν ἐπιγραμμάτων (9)
ᾧ ξυμβουλεύειν χὲρς ἄπο, νοῦς δὲ πάρα,
καὶ Ἐμπεδοκλῆς (56)
ἃλς ἐπάγη ῥιπῇσιν ἐωσμένος ἠελίοιο.

ἢ ἐν τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ ἢ τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ [δ’ ἐν κλισίῃσιν]. ἔνθα καὶ δεῖ παρατηρεῖν, μὴ τὸ μὲν πρότερον ἄφωνον ᾖ, τὸ δὲ δεύτερον ὑγρόν· αἱ γὰρ τοιαῦται κοιναί, ὡς ἑξῆς εἰρήσεται.

ἢ λήγει μὲν εἷς ἕν, ἔχει δὲ καὶ τὴν ἑξῆς ἀρχομένην ἀπὸ ἑτέρου οἷον ἄλ-λος,

ἢ εἰς διπλοῦν λήγει οἷον ἕξ, ἢ τὴν ἑξῆς ἔχει ἀπὸ διπλοῦ ἀρχομένην οἷον ἔξω.

(4) Κοινὴ γίνεται συλλαβὴ κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἢ διφθόγγῳ ἐπιφέρηται φωνῆεν οἷον

Ἄνδρα μοι ἔννεπε μοῦσα (α 1),
πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον (α 2),
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα (Δ 109).
ῥᾷον μὲν οὖν γίνεται ἡ τοιαύτη κοινή, εἴγε ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι, σπανιώτερον δὲ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ’ ὅμως εὑρίσκεται καὶ μάλιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ (155)
Ἴστρος τοιαύτας παρθένους [λοχεύεται].
ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε
τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ ἐσακοῦσαι·
ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντος (1)
ἥ κου νῦν ἐπὶ Ληθαίου·

(5) ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ

Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς ἐλεγείαις οὐκ ᾤετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον· φησὶ γοῦν (1)
Ἀρχέλεως· ἦν γὰρ σύμμετρον ὧδε λέγειν·
καὶ Παρθένιος δὲ ἐπικήδειον εἰς Ἀρχελαΐδα γράφων ἐλεγειακὸν τὸν τελευταῖον μόνον στίχον ἀντὶ ἐλεγείου ἰαμβικὸν ἐποίησεν, ἐν ᾧ τὸ ὄνομα ἐρεῖν ἔμελλεν (2)
ἀμυσχρὸν οὔνομ’ ἔσσετ’ Ἀρχελαΐδος.
διὰ τοῦτο καὶ παρ’ Ὁμήρῳ συστέλλομεν τὴν
Πηνελέοιο ἄνακτος (Ξ 489)
. Ῥίνθων μὲν γὰρ καὶ ἐν ἰάμβῳ ἐπισημασίας ἠξίωσε τὸ τοιοῦτον· ἐν γὰρ Ὀρέστῃ δράματί φησιν (10)
ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείη
εἶτα
Ἱππώνακτος τὸ μέτρον· οὐδέν μοι μέλει.

(6) ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ (11, 18).

ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα,
καὶ παρ’ Ὁμήρῳ (Ν 275)
οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις (95)
οὐδέ τί τοι πρὸς θυμόν, ὅμως γε μὲν ὡς ἀδοιάστως·
ἐπὶ μὲν γὰρ τῶν τοιούτων (Π 235)
σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι
καὶ (κ 243)
ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν
ἴσως διὰ τὸ φαντασίαν τινὰ παρέχειν τοῦ ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαι, ὡς μία ἡ χαμαὶ ἀκούεται. ― Τῇ μέντοι γε υι διφθόγγῳ ἐὰν παρακολουθήσῃ τὸ τοιοῦτον, τελείως τραχὺς ὁ στίχος γίνεται οἷον
Ἕκτορ υἱὲ Πριάμοιο (Η 47, Λ 200, Ο 244).

(7) Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βρα νομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα δύο, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅ‐πλον, ἄ‐κρον,

Πάτροκλέ μοι δειλῇ (Τ 287).
ὅταν δὲ τὸ προηγούμενον ἡμίφωνον ᾖ, οὐκέτι κοινή ἐστιν ἡ προκειμένη, ἀλλὰ τελείως μακρά. ― Προτάσσεται δὲ ἡμίφωνον ὑγροῦ τὸ μὲν ͞͞μ τοῦ ͞ν οἷον ἀμνός, τὸ δὲ ͞σ τοῦ ͞μ οἷον ἑσμὸς, καὶ τὸ ͞σ ὅ τοῦ ͞λ κατὰ πάθος ὡς ἐν τῷ μάσλης καὶ σπανίως τοῦ ͞ν ὡς ἐν τῷ Πάσνης
καὶ Μάσνης, ἃ δὴ ὀνόματα παρὰ Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς. ―

(8) Ἤδη μέντοι ἡ διὰ τοῦ μ͞ν σύνταξις ἐποίησέ που καὶ βραχεῖαν, ὡς παρὰ Κρατίνῳ ἐν Πανόπταις (154)

ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσι
καὶ παρ’ Ἐπιχάρμῳ ἐν Μεγαρίδι (91)
εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν φιλόλυρος
†ἠχὴ καὶ παρὰ Καλλιμάχῳ (27)
τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος.
Ἐὰν μέντοι ἐν τῇ προτέρα συλλαβῇ τελικὸν ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, οὐκέτι γίνεται κοινὴ συλλαβή, ἀλλὰ ἄντικρυς μακρά, ὡς παρὰ Ἀλκαίῳ (95)
ἔκ μ’ ἐλάσας ἀλγέων. [ἐκ ῥ’ ἀσαμίνθου βάντες]

(9) φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ͞μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι 〈τὰς〉 συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χείρωσι πεποίηκε (235)

σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκας
ἀντὶ τοῦ ἐλήλυθμεν’· ὅπερ ἐξηλέγξαμεν ψεῦδος ὄν. πρὸς γὰρ τῷ μυρίαν εἶναι τὴν χρῆσιν παρὰ τοῖς ἄλλοις
ἐδείξαμεν ἔτι καὶ παρ’ αὐτῷ τῷ Κρατίνῳ πολλάκις οὖσαν, ὡς ἐν Κλεοβουλίναις (87)
ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ
καὶ ἐν Πανόπταις (153)
κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθματοί
καὶ ἐν Ὥραις (260)
οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν·
ἄλλως τε καὶ τὸ ἐλήλυμεν ἐδείξαμεν καὶ ἐν ἄλλοις μέτροις συνήθως αὐτοῖς λεγόμενον, ὡς παρὰ Ἀχαιῷ ἐν Κύκνῳ (24)
Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν,
παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως πρόσωπον (43)
τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε.

(10) Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷ

οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον (Ξ 421),
αὐτὰρ ἐπεὶ Δαναῶν γένετο ἰαχή τε
(M 143 sq. = Ο 395 sq.),
Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1),
ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (ι 109),
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194).
ἐνταῦθα καὶ εἰς μέρος λόγου ἡ κοινὴ ἔληξεν καὶ τοῦ ποδὸς τελευταία ἐστίν· αἱ γὰρ ἄλλαι κοιναὶ ἃς εἶπον ἀρκτικαὶ ποδὸς ἦσαν, αὕτη δὲ καὶ τοῦ ποδὸς ληκτική [κ͞αι͞ μ͞ε͞ν]