Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παρ’ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν.

τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου.

ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φιλιππικοῖς καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ί Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν.

οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα

ΣΥΝΤΕΛΕΙΑ καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος

p.286
περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

Ἰσαῖος ἐν τῷ πρὸς δημότας περὶ χωρίου. Σφηττὸς δῆμος τῆς Ἀκαμαντίδος.

Ἰσαῖος ἐν τῷ κατὰ Μεγαρέων, εἰ γνήσιος. στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας. φησὶ δ’ αὐτὸν ὁ Καλλισθένης ἐν β Ἑλληνικῶν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.

ὄνομα κύριον.

Ἰσαῖος ἔν τινι τῶν κληρικῶν. ἀρχή τις παρ’ Ἀθηναίοις ἦν οἱ ταμίαι, ι τὸν ἀριθμόν. παραλαμβάνουσι δ’ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς,ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. εἰσὶ δέ τινες καὶ τῶν ἱερῶν τριήρων ταμίαι, ὡς ὁ αὐτὸς φιλόσοφός φησιν. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι δεδήλωκεν Εὔπολις ἐν Μαρικᾷ.

Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶν ἐν Εὐβοίᾳ

p.287
ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων αἱ Ταμύναι, ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς οἵ τε τὰ Εὐβοϊκὰ γράψαντες μαρτυροῦσι καὶ Σιμωνίδης ἐν τῷ εἰς Λυσίμαχον τὸν Ἐρετριέα θρήνῳ.

Ὑπερείδης ἐν τῷ κατ’ Ἀθηνογένους β. παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν.

Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτέστι χαλκοῖ β.

Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οἱ υ πρὸ ζ ἐτῶν κατέστησαν τῶν λ τυράννων παρ’ Ἀθηναίοις, οἵτινες δ μῆνας ἦρξαν τῆς πόλεως, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

Δημοσθένης Φιλιππικοῖς. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς Θετταλικοῖς· ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν, Φθιῶτιν, Πελασγιῶτιν, Ἑστιαιῶτιν. καὶ Ἀριστοτέλης δὲ

p.288
ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς δ μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. ὅτι δὲ Φίλιππος καθ’ ἑκάστην τούτων τῶν μοιρῶν ἄρχοντα κατέστησε δεδηλώκασιν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῇ μδ.