Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ

p.271
τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Νύμφις β περὶ Ἡρακλείας. οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Παταρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον.

Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ ΣΕΙΡΗΝ δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σείρινα.

οὕτω καλοῦσιν Ἀθηναῖοι τὰς Ἐρινύας.

ΣΕΡΡΕΙΟΝ ΤΕΙΧΟΣ καὶ ΣΙΡΙΟΝ· ὀνόματα χωρίων.

ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ̓ Ἀντίου ὀρφανικῷ.

p.272

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου. ἔστι δὲ εἷς τῶν ἐν Θρᾴκῃ βασιλέων.

ἐπιγράφεταί τις λόγος Λυσίου ἐν τῇ τῆς εὐσεβείας περὶ τοῦ σηκοῦ ἀπολογίᾳ, ἐν ᾧ δῆλόν ἐστιν ὡς περὶ ἐλαίας ἐκκοπείσης ὁ λόγος ἐστί. γράφει δὲ καὶ ταυτὶ ὁ ῥήτωρ ὃς δύο ἔτη ἐγεώργησεν οὔτε ἰδίαν ἐλαίαν οὔτε μορίαν οὔτε σηκὸν παραλαβών. μήποτε οὖν τὰς μὲν ἰδιωτικὰς ἐλαίας καλοῦσι, τὰς δὲ δημοσίας μορίας· σηκὸν δὲ, ὡς ἔοικε, καὶ μορίαν ὀνομάζουσι τὴν αὐτήν.

Λυσίας ἐν τῷ κατ’ Ἀνδροτίωνος. χωρίον τι τοῦ Πειραιῶς οὕτως ἐκαλεῖτο. μνημονεύει δ’ αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Γεωργοῖς.

οὕτω λέγουσι τὰς σφραγῖδας. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον.