Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ’ Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν.

τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τῷ κατ̓ Αἰσχίνου.

εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. ὅτι δὲ δόρυ τι σημαίνει πολλάκις ἔστι μαθεῖν ἐκ τοῦ Ξενοφῶντος Κυνηγετικοῦ.

αἱ εἰς θάλατταν προκείμεναι πέτραι καὶ οἷον ἀκταί τινες· Δημοσθένης ἐν Φιλιππικοῖς.

ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ’ ἑκάστην ἐκκλησίαν,

p.257
εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ’ ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ὅτι δ’ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.

Ὑπερείδης Δηλιακῷ. ὄνομα θυσίας.

Δημοσθένης ὑπὲρ Φορμίωνος. τὴν τῶν ε ἐτῶν ἂν λέγοι προθεσμίαν ὁ ῥήτωρ, ὡς ἐν τῷ λόγῳ ὑποσημαίνει, καὶ Λυσίας ἐν τῷ πρὸς Μενέστρατον, εἰ γνήσιος ὁ λόγος ἐστίν.

εἰώθεσαν, ὁπότε δικάζοιντό τινες, ἐξαιτεῖν ἐνίοτε θεραπαίνας ἢ θεράποντας εἰς βάσανον ἢ εἰς μαρτυρίαν τοῦ πράγματος, καὶ τοῦτο ἐκαλεῖτο προκαλεῖσθαι, τὸ δὲ γραμματεῖον τὸ περὶ τούτου γραφόμενον ὠνομάζετο πρόκλησις. παρὰ πολλοῖς δέ ἐστι ῥητορσι. Δημοσθένης δ’ ἐν τῷ κατὰ Στεφάνου καὶ περὶ ὧν πρόκλησις γίνεται δηλοῖ.

Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος προκώνιά φησίν ἐστι πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι.

p.258
ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Αὐτοκλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ’ ἐν τῷ περὶ θυσιῶν φησι καὶ προκώνιά ἐστι κάχρυς κατηρειγμέναι μετὰ ἀρωμάτων.