Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ὄνομα κύριον.

Δημοσθένης Φιλιππικοῖς. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς, λέγεσθαι δ’ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις.

Δημοσθένης ἐν τῷ πρὸς Πολυκλέα. δῆμός ἐστι τῆς Οἰνηΐδος.

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ ὄνομα κύριον.

Δημοσθένης Φιλιππικοῖς φησὶν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ. περιοδικὰ νοσήματα καλοῦσιν οἱ ἰατροῖ τὰ τεταγμένως ἀνιέμενα καὶ αὖθις ἐπιτεινόμενα, οἷον τριταίους καὶ τεταρταίους· καὶ γὰρ ἐπὶ τούτων οἱ κάμνοντες δοκοῦσιν ἐν ταῖς τῶν ἀνέσεων ἡμέραις μηδὲν νοσεῖν, ἀλλ’ ὑγιεῖς εἶναι.

Ἰσαῖος ἐν τῷ πρὸς Μενεκράτην καὶ τὸ περιοίκιον καὶ τὴν οἰκίαν. μήποτε ὃ ἡμεῖς λέγομεν ἐποίκιον.

Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως

p.247
τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδεξάμενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον οὖν ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίγνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο· καὶ τάχα διὰ τοῦτο ἐπεμνήσθη τοῦ πράγματος ὁ ῥήτωρ, καίπερ πάντων τῶν ἐφήβων ἐξ ἀνάγκης περιπολούντων, ὅτι αὐτὸς δύο ἔτη γέγονεν ἐν τοῖς περιπόλοις· διὸ καὶ μαρτυρῶν ἐδήλωσεν αὐτό.

Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. τὸ ὄνομα καὶ ἐν Ἀρχιδάμῳ ἐστὶ καὶ παρ’ Εὐπόλιδι ἐν Κόλαξιν.

Δείναρχος Τυρρηνικῷ μετὰ ταῦτα τοῦ Δάμωνος ἤδη περὶ ἀναγωγὴν ὄντα με περίστασιν ποιησαμένου καὶ μαρτυρεῖν ἀξιοῦντος καὶ τὰ ἑξῆς. μήποτε τοιοῦτόν ἐστι τὸ λέγομενον, ἐν

p.248
κύκλῳ περιέστη με αὐτὸς καὶ οἱ συμπαρόντες αὐτῷ, καὶ μαρτυρεῖν ἠνάγκαζον, ἵνα τὴν αὐτὴν ἔννοιαν ἔχῃ τῷ περίστατόν με ἐποίησαν. ἐν ἐνίοις δὲ ΠΑΡΑΣΤΑΣΙΝ γράφεται.