Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀποφαίνῃ τῶν δημοσίων ἔχοντα τινὰ μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φάσεως παρὰ Λυσίᾳ πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου.

πήρα τις οὕτως ἐκαλεῖτο παρ’ αὐτοῖς· Ἰσαῖος καὶ Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις.

p.300

Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φάϋλλος.

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν· Κρατῖνος Ὥραις, Ἀριστοφάνης Νεφέλαις.

Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος.

Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν.

Λυσίας ἐν τῷ ὑπὲρ τοῦ Βατράχου φόνου. Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος.

p.301

Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων καὶ Ἰσοκράτης Αἰγινητικῷ. τὴν νῦν φθίσιν λεγομένην φθόην ἔλεγον.

Δημοσθένης ὑπὲρ Κτησιφῶντος Φιλάμμωνα τὸν Ἀθηναῖον Πύκτην.

Δημοσθένης κατὰ Τιμοκράτους· Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν· κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν.

Δημοσθένης. ὄνομα κύριον.

ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς εἰρήνης. Μένανδρος Θρασυλέοντι φιλοσοφεῖ δὲ τοῦθ’ ὅπως καταπράξεται τὸν γάμον.

Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις.

Αἰσχίνης κατὰ Τιμάρχου καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα. φιμὸς δ᾽ ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν

p.302
ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ’ ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ.

Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. Φλυεῖς δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητής.

Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν η τῶν Συγγενειῶν· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν α Ἀτθίδος.

Ἀντιφῶν Ἀληθείας β. ὅτι καὶ ἐπ’ ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ.

Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες,

p.303
καὶ ΦΡΑΤΡΙΖΕΙΝ τὸ τῆς αὐτῆς φρατρίας μετέχειν· ΦΡΑΤΡΙΑΡΧΟΣ δ’ ἐστὶν ὁ τῆς φρατρίας ἄρχων.

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος.

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομα ἐστίν.