Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Λυσίας ἐν τῷ πρὸς Θεοπείθη ἐπιτροπῆς ἐπιλόγῳ.

p.123
ἐπιδιατίθεσθαί ἐστι τὸ συνθήκας τινὰς ποιεῖσθαι κατατιθεμένους τι ῥητὸν ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅσπερ ἐγγυᾶται ἑκατέρῳ ὥστε, εἰ ἡ πρᾶξις γένοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι. τὸ δὲ πρᾶγμα αὐτὸ λέγεται ΕΠΙΔΙΑΘΗΚΗ, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῷ ὑπὲρ Νησοκλέους δηλοῖ.

Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δ.

Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἐὰν ις ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδ ἔστιν. ἀλλ’ οἱ ἔφηβοι παρ’ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη β, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγράφονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν.

ἘΠΙΔΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΟΣ καὶ ΕΠΙΠΡΟΙΚΟΣ καὶ ΕΠΙΚΛΗΡΙΤΙΣ·

p.124
ἐπίκληρος μέν ἐστιν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ ʽἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτισ̓· ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου ὥστε προῖκα ἔχειν, ἀδελφῶν αὐτῇ ὄντων· ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος ὅτῳ χρὴ αὐτὴν γαμηθῆναι. ταῦτα δὲ δηλοῦσιν Ἰσαῖος ἐν τῷ πρὸς Σάτυρον ὑπὲρ ἐπικλήρου καὶ Δείναρχος ἐν τῷ ἐπιγραφομένῳ διαμαρτυρία περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα· ἐν δὲ τούτῳ τῷ λόγῳ δείκνυται καὶ ὅτι τὰς ἀπορουμένας κόρας ἐξεδίδοσαν οἱ ἄγχιστα γένους πέντε μνᾶς ἐπιδιδόντες. ὁ δὲ Ἰσαῖος ἐν τῷ πρὸς Λυσίβιον τὴν ἐπίκληρον ἐπικληρῖτιν κέκληκεν.

Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ φησὶ τὸ ἐπὶ Θρασύλλῳ. Ἀττικὸν ἔθος ἀντὶ τοῦ ἐπὶ τῷ Θρασύλλου μνήματι.

Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους, ἄλλως δ’ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου τινὰς ὀνομάζει, λέγοι δ’ ἂν τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· λέγειν γὰρ ἦν εἰθισμένον ἐπέθηκεν ἐπιστολήν ἀντὶ τοῦ

p.125
παρέδωκεν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου πρὸς τὴν Φορμίωνος παραγραφήν. Κρατῖνος δ’ ἐν Τροφωνίῳ %2 %2 %2 %2

Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναί τινα τῶν μὴ ὑφ’ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα, εἴ τις αὐτὸν ἀνέλοι, τόσα καὶ τόσα, καθάπερ Ξέρξῃ ἐπεκήρυξαν οἱ Ἕλληνες, εἴ τις ἢ ζῶντα ἢ νεκρὸν κατάγοι Ἀθήναζε, δώσειν ρ τάλαντα.

τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν· Δημοσθένης Φιλιππικῶν ε.

Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἄλλοι μὲν ἄλλως ἀπέδοσαν, βέλτιον δὲ ὑπολαμβάνειν ἐπὶ κόρρης λέγεσθαι τὸ ἐπὶ τῆς γνάθου, ὃ λέγομεν ἐν τῷ βίῳ ῥάπισμα. Ὑπερείδης γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ Δωροθέου, προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα λέγων ἔπειτα Ἱππόνικος ὑπ’ Αὐτοκλέους μόνον ἐρραπίσθη τὴν γνάθον, ἐγὼ δ’ ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην, κονδύλους ἔλαβον.

Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος,

p.126
οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ’ ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ’ ἐστὶν Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ’ αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρηβίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ’ Αἰσχίνου.

Αἰσχίνης κατὰ Κτησιφῶντος οὔτε λαχὼν οὔτ’ ἐπιλαχὼν, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. ἔοικε τὸ γιγνόμενον τοιοῦτον εἶναι. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι, ἔπειτα ἑκάστῳ τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵν’ ἐὰν ὁ πρῶτος λαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ὁ ἐπιλαχὼν αὐτῷ. ὑποφαίνεται δὲ ταῦτα ἐν τῷ Πλάτωνος Ὑπερβόλῳ.

παρ’ Ἀθηναίοις ὁ λεγόμενος βασιλεύς· Δημοσθένης κατὰ Μειδίου. Ἀριστοτέλης δ’ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν οὕτως ὁ δὲ βασιλεὺς πρῶτον μὲν τῶν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος χειροτονεῖ, β μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ’ ἐξ Εὐμολπιδῶν, ἕνα δ’ ἐκ Κηρύκων.

p.127

Δείναρχος ἐν τῷ κατὰ Πνθέου. Ἀριστοτέλης ἐμπορίου δ’ ἐπιμελητὰς ι κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπόρων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ β μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.

Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθ’ ἕκαστον μῆνα θυόμενα, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα.

Λυσίας κατὰ Θεομνήστου ἐξηγήσατο ὅτι τὸ ἐπιορκήσαντα ὀμόσαντα ἐστίν.

Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. δικαστήριόν ἐστιν οὕτω καλούμενον, ὡς καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ἐν ᾧ δικάζουσιν ἀκουσίου φόνου καὶ βουλεύσεως οἱ ἐφέται. ἔσχε δὲ καὶ τὸ δικαστήριον τὴν τοῦ Παλλαδίον ἐπωνυμίαν καὶ οἱ δικασταὶ τὴν τῶν ἐφετῶν ἐντεῦθεν. Ἀγαμέμνονος μετὰ τῶν Ἀργείων σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις ἐξ Ἰλίου Δημοφῶν ἁρπάζει τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀναιρεῖ. Ἀγαμέμνων

p.128
δὲ δυσχεράνας δίκην τὸν ἁρπάσαντα ἀπαιτεῖ, καὶ συνίσταται τὸ δικαστήριον ἐπὶ πεντήκοντα μὲν Ἀθηναίων, πεντήκοντα δὲ Ἀργείων, οὓς ἐφέτας ἐκάλεσαν διὰ τὸ παρ’ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως.

Λυσίας ἐν τῷ πρὸς Κριτόδημον καὶ Πλάτων ἀντὶ ἁπλοῦ τοῦ πέμπτου. Ἀριστοφάνης Δαιταλεῦσιν οὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.

Ἰσαῖος ἐν τῷ πρὸς Διοκλέα. τὰ κατὰ τὴν οἰκίαν σκεύη ἔπιπλα λέγουσι, τὴν οἷον ἐπιπόλαιον κτῆσιν καὶ μετακομίζεσθαι δυναμένην. Σοφοκλῆς Ἀθάμαντι.

δικαστήριόν ἐστι καὶ τοῦτο φονικὸν, δικάζει δὲ ἄν τι τῶν ἀψύχων ἐμπεσὸν ἀποκτείνῃ τινὰ, τοῦτο δ’ ἐστὶν ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον, καὶ τὸν μὲν βαλόντα ἀγνοῇ, αὐτὸ δὲ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον.

ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι

p.129
Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπολογίᾳ.