Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

τὰ ὑφ’ ἡμῶν λεγόμενα ἀσφράγιστα· σημεῖα γὰρ ἔλεγον τὰς σφραγῖδας· Ὑπερείδης ἐν τῷ κατ’ Ἀντίου.

Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν, οὗ διάλογος ἐπιγραφόμενος Ἀσπασία. μνημονεύουσι δ’ αὐτῆς πολλάκις

p.62
καὶ οἱ ἄλλοι Σωκρατικοὶ, καὶ Πλάτων ἐν τῷ Μενεξένῳ τὸν Σωκράτην παρ’ αὐτῆς φησὶ μαθεῖν τὰ πολιτικά. ἦν δὲ τὸ μὲν γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους· Περικλέους δέ φασιν αὐτὴν διδάσκαλόν τε ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παρά τε Δούριδος τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δ τῶν Πολιτικῶν καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι ὁ Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον, ὡς ἐμφαίνει καὶ Εὔπολις ἐν τοῖς Δήμοις. Λυσικλεῖ δὲ τῷ δημαγωγῷ συνοικήσασα Πορίστην ἔσχεν, ὡς ὁ Σωκρατικὸς Αἰσχίνης φησίν.

περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι τί ποτε διανοεῖται ἢ τί πράξει· Δημοσθένης ἐν τῷ παραπρεσβείας.

τὸ μὴ ὑποκείμενον δανειστῇ· ὅταν γὰρ ὑποκέηται, εἴωθεν ὁ δανείσας αὐτὸ τοῦτο δηλοῦν διὰ γραμμάτων ἐπόντων τῷ χωρίῳ. τὸ δ’ αὐτὸ καὶ ἐπ’ οἰκίας γίνεται· Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην τὸν Σωκρατικόν.

ἡ ἡμίονος· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. μήποτε

p.63
δὲ καὶ πᾶν ὑποζύγιον, ἐφ’ οὗ ἄνθρωποι ὀχοῦνται, οὕτως ἐκαλεῖτο.

Δημοσθένης κατὰ Τιμοκράτους. δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δ’ ἐν ἄστει. τούτοις δέ φησι μέλειν περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων.

Δημοσθένης ἐν τῷ παραπρεσβείας ἐπ’ ὄχλου ἔταξε τοὔνομα, ἤτοι ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πιστεις οὐ τιθέμενον διὰ τὸ ἀβέβαιον, ἢ ἀνομόλογον καὶ ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον, ὅπερ ἐστὶν ἀνοητότατον. ἢ ἀντὶ τοῦ ὃν μάλιστα οὐκ ἂν δύναιτό τις συνιέναι τί ποτε φρονεῖ· Ὅμηρος σὺ δὲ σύνθεο καί μευ ἄκουσον.

πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον· Ἰσοκράτης Πανηγυρικῷ, Ἡρόδοτος ἐν ς.