Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἈΠΟΒΑΤΗΣ καὶ ἈΠΟΒΑΙΝΕΙΝ καὶ ἈΠΟΒΑΤΙΚΟΙ ΤΡΟΧΟΙ· Δείναρχος κατὰ Φορμισίου καὶ ἐν τῇ πρὸς Ἀντιφάνην ἀπολογίᾳ, Λυκοῦργός τε ἐν τῇ πρὸς Δημάδην ἀπολογίᾳ. ὁ ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τροχοὶ οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ’ ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κ τῶν Νόμων. χρῶνται δὲ, φησὶ, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί.

ὅταν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ἀπογραφὴν ποιεῖται ὁ ἐναγόμενος, δηλῶν πόθεν ἔχει τὰ χρήματα καὶ πόσα ταῦτα εἴη. μήποτε δὲ καὶ εἶδός τι δίκης ἐστὶν ἡ ἀπογραφή· εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο ὡς οὐκ ὀρθῶς γεγενημένης τῆς ἀπογραφῆς· Δημοσθένης κατ’ Ἀνδροτίωνος. τί δὲ ἦν τὸ

p.46
κινδύνευμα τῷ τὴν ἀπογραφὴν ποιουμένῳ, ἐν τῷ Δημοσθένους πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων, εἰ γνήσιος, δῆλον γίνεται.

ἀρχή τίς ἐστι παρ’ Ἀθηναίοις οἱ ἀποδέκται, ἧς πολλάκις μνημονεύουσιν οἱ ῥήτορος καὶ οἱ κωμικοί. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ δεδήλωκεν ὡς δέκα τε εἴησαν, καὶ ὡς παραλαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα τῆς βουλῆς ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασι τὰ γραμματεῖα τῷ δημοσίῳ· καὶ ἁπλῶς ἃ πράττουσι διασαφεῖ. ὅτι δὲ ἀντὶ τῶν κωλακρετῶν οἱ ἀποδέκται ὑπὸ Κλεισθένους ἀπεδείχθησαν, Ἀνδροτίων β.

Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ἀντὶ τοῦ ἀποδιδόντες. ἑξῆς δέ φησιν ἀποδιδόμεθα ἤτοι ἀντὶ τοῦ ἀποδίδομεν ἢ ἀντὶ τοῦ πιπράσκομεν.

ἰδίως τὰ γράμματα καθ’ ἃ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν· Ὑπερείδης Δηλιακῷ.

ἀντὶ τοῦ ἀποφράττεις ἀπολαβών τινα οἰκοδομήματι Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα.

ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ’ Ἀριστοκράτους. Πλάτων Πρέσβεσι σκευάρια δὴ κλέψας ἀπεκήρυξ̓ ἐκφέρων, ἐπώλησεν.

ἡ ἀπολογία· Λυσίας. καὶ Δημοσθένης κατ’ Αἰσχίνου ἀπόκριναι γὰρ δεῦρο παρελθών μοι. Εὔπολις Πόλεσιν

p.47
ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα.

ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὑ ἀπελάγχανεν.

ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ.

εἷς τῶν ισυγγραφέων, ὃν Πλάτων κωμῳδεῖ ἐν Σοφισταῖς.

p.48

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἁπλοϊκώτερον ἀκούουσιν ἀντὶ τοῦ ἀποψῶν καὶ ἀπολυμαινόμενος, ἄλλοι δὲ περιεργότερον, οἷον περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις, ὡς λέγομεν ἀπομάττεσθαι τὸν ἀνδριάντα πηλῷ· ἤλειφον γὰρ τῷ πηλῷ καὶ τῷ πιτύρῳ τοὺς μυουμένους, ἐκμιμούμενοι τὰ μυθολογούμενα παρ’ ἐνίοις, ὡς ἄρα οἱ Τιτᾶνες τὸν Διόνυσον ἐλυμήναντο γύψῳ καταπλασάμενοι ἐπὶ τῷ μὴ γνώριμοι γενέσθαι. τοῦτο μὲν οὖν τὸ ἔθος ἐκλιπεῖν, πηλῷ δὲ ὕστερον καταπλάττεσθαι νομίμου χάριν. Σοφοκλῆς ἐν Αἰχμαλωτίσι στρατοῦ καθαρτὴς κἀπομαγμάτων ἴδρις, καὶ πάλιν δεινότατος ἀπομάκτης τε μεγάλων συμφορῶν.

ἈΠΟΛΛΩΝ ΠΑΥΡΩΙΟΣ ὁ ΠΥΘΙΟΣ· προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ οἰκίσαντος τὴν Ἀττικὴν, ὡς Ἀριστοτέλης φησὶ, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλωνα πατρῷον αὐτοῖς ὀνομασθῆναι.

p.49

οἱ μισθὸν μὴ λαμβάνοντες· Δημοσθένης Φιλιππικοῖς καὶ ἐν τῷ κατ’ Ἀριστοκράτους.

Δίδυμός φησιν ὁ γραμματικὸς ἀντὶ τοῦ ἐκ τῶν τεμενικῶν προσόδων. ἑκάστῳ γὰρ θεῷ πλέθρα γῆς ἀπένεμον, ἐξ ὧν μισθουμένων αἱ εἰς τὰς θυσίας ἐγίνοντο δαπάναι· οὐ γὰρ κατ’ εὐσέβειαν ἔθυον τὰ ἱερεῖα, ἀλλὰ μισθούμενοι.

ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγιγνομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως, ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτὰς, ἵν’ ἕκαστος λάβῃ τι μέρος· Δείναρχος ἐν τῷ πρὸς τοὺς Λυκούργου παῖδας πολλάκις.

ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτω Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης κατὰ Νεαίρας ἀποπεφασμένως πωλοῦνται ἀντὶ τοῦ φανερῶς.

Ἰσοκράτης Φιλίππῳ. ἀποπομπαῖοί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ θεῶν διείλεκται.

p.50

ἀπομερίσαντες, ἀπόμοιράν τινα δόντες· Ἰσαῖος ἐν τῇ ὑπὲρ Νικίου συνηγορίᾳ· ἔστι δὲ κἀν τῇ κωμῳδίᾳ.

τὰ ἀπειρημένα ἐν τοῖς νόμοις· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. τίνα δὲ ἦν ἅπερ ἀπείρηται λέγειν εἰς ἀλλήλους δεδήλωκε Λυσίας ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος ὁ λόγος.