Epistulae

Euripides Epistulae

Eurpides Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καὶ τὰ περὶ τοὺς Πελλαίους, ὦ βέλτιστε Ἀρχέλαε, καὶ πολλὰ ἄλλα πεπολίτευταί σοι καλῶς καὶ πρὸς ἐμὲ καὶ πρὸς ἑτέρους ἐπιεικεῖς τε καὶ σπουδῆς ἀξίους πολλούς, καὶ οὐχ ἧσσον αὐτά, εὖ ἴσθι, ὅσα πρὸς ἄλλους τινάς, ἢ ὅσα πρὸς ἡμᾶς ἰδίᾳ πέπρακταί σοι καλῶς, ἐπιμελές μοι εἰδέναι, οὐ φιλοπράγμονι ὄντι, ἀλλὰ χαίροντι ἐφ’ οἷς εὐδοκιμοῦντα πυνθάνομαί σε, καὶ χάριν σοι οὐκ ἐλάττω ὑπὲρ αὐτῶν ἔχω· οὐ γὰρ ἀφ’ ὧν αὐτὸς ἔπαθόν τι ἰδίᾳ δεῖν μᾶλλον ἡσθῆναι ἢ ὅτι σε τοιοῦτον ὄντα ἔγνων ἔγωγε νομίζω. ταὐτὸ δὴ τοῦτό μοι περίεστιν ἀπὸ παντὸς ἔργου, ὅ τι ἂν εἰς ὁντινοῦν τῶν ἐπιεικῶν πυνθάνωμαί σε καλῶς πεπολιτευμένον.

(2) καὶ μέμνησο τούτων, ὦ βέλτιστε Ἀρχέλαε, ὅτι τὰ μὲν ἄλλα οὐδὲν πλέον ἢ πολλοὺς πόνους καὶ πολλὰς φροντίδας ἔδωκέ σοι ὁ θεός, ἓν δὲ ἔδωκεν ἀγαθὸν, δύνασθαι εὖ ποιεῖν οὓς ἂν ἐθέλῃς, θέλειν δὲ δεῖ τοὺς ἀξίους. καὶ τὰ μὲν ἄλλα ἐπ’ αὐτῷ βουλομένῳ ἐστὶν ἀφελέσθαι, ἓν δὲ οὐδὲ βουληθείς ποτε ἀφαιρήσεται, τὸ πολλοὺς εὖ πεποιηκέναι. ὥστε εὖ ἴσθι, ὅτι οὐδεμία μείζων ἀνδρὶ γενομένῳ ποτὲ ἐν δυνάμει μεταμέλεια καὶ πολυωδυνία γίγνεται ἢ εἰ διδόντος τοῦ θεοῦ μηδένα ἔδρασεν ἀγαθὸν μηδὲ ἕν, βουλομένῳ δὲ δρᾶν πέπαυται διδοὺς

ὁ θεός. ἀλλ’ οὐ σύ γε ἂν τοῦτο πώποτε πάθοις, οὐδὲ ἀνιάσῃ ὅτι οἴχεται ὁ καιρὸς εἰς ἀνθρώπων εὐεργεσίαν ἀνεθεὶς φροῦδος ἤδη καὶ πέπαυται παρὼν ὁ θεός, ἀλλὰ καὶ παρέσται μὲν ἀεὶ καὶ στήσεται κατόπιν ἀξίῳ γε ὄντι καὶ χρωμένῳ ταῖς ἑαυτοῦ χάρισι δεξιῶς.

(3) ἀλλὰ δῆτα, κἂν ἐπίσχῃ πνέων, πάντως ἤδη και πόλεις καὶ ἔθνη καὶ ἰδιῶται πολλοὶ καὶ ᾔσθοντο τῆς σῆς δυνάμεως οὐ σὺν κακῷ, καὶ ἔχουσιν ἀπόμοιραν τῆς σῆς εὐπραξίας. καὶ οἱ μὲν πόνοι παύσαιντ’ ἂν ἐκστάντος σοῦ καὶ τὸ κινδυνεύειν καὶ αἱ φροντίδες, τὸ δὲ συνειδὸς ὧν τε ἔπαθον τοῖς παθοῦσι καὶ σοὶ τῷ πεποιηκότι ἀεὶ μενεῖ οὐ μικρὸν οὔτε κτῆμα οὔτε ἀπόλαυσμα, ἀλλὰ ἀρκοῦν τοῦτο καὶ ἐν δυσπραγίαις ἡδονὰς παρέχειν. ταῦτα δὴ παρακελεύομαι πράσσειν τε ἀεὶ καὶ μὴ ἀποκάμνειν, ὥσπερ οὐδ’ ἀποκάμοις ἄν, οὐδ’ ἔστι τις τούτου κόρος, τὰ δ’ ἄλλα πράως ὁμοίως καὶ δεξιῶς χρῆσθαι τῇ παρούσῃ δυνάμει· καὶ γὰρ τοῦτο αὐτὸ οὐκ ἄλλον τινὰ ἀνθρώπων, οὐδ’ ὅστις τεθνήξεσθαι παραχρῆμα μέλλων σοῦ κελεύσαντος ἀφεθῇ, ἐκεῖνον μᾶλλον ἢ σεαυτὸν εὐφρανεῖ τὸ τοιοῦτον εἶναι τὸν τρόπον.

(4) ἔτι γε μὴν καὶ τὸ τοὺς ἁπανταχόθι τιμῆς καὶ λόγου τινὸς τῶν Ἑλλήνων ἀξίους καὶ μάλιστα τοὺς κατὰ τὰς τέχνας σπουδαζομένους καὶ πάλιν αὖ μάλιστα τούτων ἁπάντων τοὺς ποιεῖν ἢ λέγειν τι κατὰ παιδείαν δυναμένους μετακαλεῖσθαί σε πανταχόθεν καὶ χορηγίαις τῶν ἐπιτηδείων ἀφθόνοις καὶ ταῖς ἄλλαις φιλοφροσύναις τημελεῖν, ὅπως ἀπαλλαγέντες τῶν ἄλλων φροντίδων ἐπιδιδῶσιν ἀεὶ διὰ σὲ καὶ προίωσιν ἐν ταῖς ἑαυτῶν ἔκαστοι τέχναις, καὶ τούτων ἀναπιμπλάναι τὸν οἶκον, ἀλλὰ μὴ κολάκων καὶ βωμολόχων ἀνθρώπων, καὶ τούτους θεραπεύειν αὐτόν, οὐχ ὑπ’ ἐκείνων θεραπεύεσθαι, μᾶλλον ὁμολογοῦντα, ὥσπερ ἔστι πυνθάνεσθαι πολλάκις, ὅτι ἐπ’ ἐκείνοις μᾶλλόν ἐστι τὸ σὲ εἶναι ὁποῖος εἶ καὶ τὸ τοιοῦτον ὄντα παρὰ τοῖς ἔπειτα ἀνθρώποις λόγου τυχεῖν, ἢ ἐπὶ σοὶ τὸ ἐκείνους εὐτυχεῖν· ἐκείνοις μέν γε, κὰν ὑπολίπωσιν αἱ παρὰ σοῦ δωρεαί, καὶ πλοῦτον αὐτάρκη καὶ δόξαν εἶναι καὶ ̔ἡδονὴν τὰς τέχνας. τίς σ’ οὐκ ἂν ἀγάσαιτο καὶ μακαρίσειε τούτων ἁπάντων, καὶ μάλιστα ὅτι ὁμολον ἤδη καὶ ἴσασι πάντες εἰς τοῦτό σε ἥκοντα τῆς πρὸς τοὺς συνόντας σοι φιλανθρωπίας, ὥστε τὴν μὲν ἰσχὺν καὶ πάνυ σοι συμβάλλεσθαι, τὸ δὲ ὄνομα μηδὲν ἀντιπράσσειν τὸ τοῦ βασιλέως εἰς τὸ στέργεσθαι ὑπὸ τῶν φίλων.