Epistulae

Euripides Epistulae

Eurpides Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀφίκετο Ἀθήναζε πρὸς ἡμᾶς ὁ Πελλαῖος γέρων ἅμα τοῖς ἑαυτοῦ νεανίσκοις, καὶ ἐγένετο ἡ ὄψις, ὦ βέλτιστε βασιλεῦ, ἡδεῖα μὲν ἐμοὶ τῷ θεωμένῳ τε καὶ δι’ ὃν ταῦτα ἐγένετο, καλὴ δὲ καὶ σοὶ ἀπόντι καὶ φέρουσα δόξαν πολλὴν καὶ ζῆλον παρὰ πᾶσι τοῖς τε ἐπιτηδείοις τοῖς ἐμοῖς καὶ Ἀθηναίων ὁπόσοι εἶδον· εἷδον δὲ πολλοί, καὶ οὐδεὶς ὅστις οὐκ ἠγάσθη τέ σου τῆς φιλανθρωπίας καὶ συνηύξατό σοι τὰ ἀγαθά. περιῄει γὰρ ὁ γέρων οὐ πολλαῖς πάνυ ἡμέραις πρότερον ἐνθάδε ῥυπῶν τε καὶ κόμην ἔχων ἐν οὕτῳ πάνυ λιτῇ τινὶ ἐλπίδι τεθειμένος τὴν σωτηρίαν τῶν παίδων, λαμπρός τε ἐξαίφνης καὶ μετὰ δυοῖν παίδοιν νεανίαιν, θύων τε τοῖς θεοῖς, ἐμέ τε ὑμνῶν καὶ περιέπων, ὅτι σώσαιμι αὐτῷ τοὺς υἱέας, καὶ τὴν πόλιν τῶν Ἀθηναίων, ὅτι τοιούτους πολίτας τρέφει.