Epistulae

Euripides Epistulae

Eurpides Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐκομίσθη Ἀθήναζε, ὦ Σοφόκλεις, ἡ παρὰ τὸν εἰς Χίον πλοῦν γενομένη σοι συμφορά, καὶ ἴσθι οὕτω διατεθεῖσαν τὴν πόλιν ἅπασαν, ὡς μηδὲ τοὺς ἐχθροὺς ἧσσον ἀχθεσθῆναι τῶν φίλων. τὸ δὲ τοσούτου κακοῦ ἥκοντος περισώζεσθαί σε καὶ τὸ τῶν συνόντων σοι φίλων μηδὲ θεραπόντων ἀποβαλεῖν μηδένα, οὐκ ἄλλο τι ἔγωγε ἢ θεοῦ πρόνοιαν γενέσθαι πείθομαι. ἡ μέντοι περὶ τὰ δράματα συμφορά, ἣν τίς οὐχὶ κοινὴν ἁπάσης τῆς Ἑλλάδος νομίσειεν ἄν, δεινὴ μέν, περιόντος γε σοῦ ῥᾳδίως ἐπανορθωθήσετε.  ἀσφαλεστέραν ἢ ταχυτέραν ποιήσαιο τὴν ἐπάνοδον, καὶ εἴ τι ἄρα ἡ θάλασσα ἢ τὸ κρύος παραχρῆμα νηχόμενον γε ἢ ὕστερον κακῶσαι δοκεῖ, ῥαΐσας τὸ σῶμα πρότερον ἡσυχῆ ἐπάνιθι. καὶ τὰ οἴκοι ἴσθι κατὰ νοῦν καὶ ὅσα ἐπέστειλας ἐπιτελῆ ὄντα. ἄσπασαι Χιονίδην καὶ Λαπρέπην, καὶ εἰδέτωσαν ἡμᾶς οὐχ ἥκιστα

καὶ ἐπ’ αὐτοῖς χαίροντας ὅτι σώζονται. Ἀντιγένη τὸν ἰατρόν, εἴπερ ἔτι ἐν Χίῳ καταλαμβάνεις καὶ μὴ ἀπῆρκέ πω εἰς Ῥόδον, ἄσπασαι, καὶ ἴσθι ἀνδρῶν βέλτιστον ὄντα, καὶ τοὺς Κρατίνου υἱεῖς.

Ἀφίκετο Ἀθήναζε πρὸς ἡμᾶς ὁ Πελλαῖος γέρων ἅμα τοῖς ἑαυτοῦ νεανίσκοις, καὶ ἐγένετο ἡ ὄψις, ὦ βέλτιστε βασιλεῦ, ἡδεῖα μὲν ἐμοὶ τῷ θεωμένῳ τε καὶ δι’ ὃν ταῦτα ἐγένετο, καλὴ δὲ καὶ σοὶ ἀπόντι καὶ φέρουσα δόξαν πολλὴν καὶ ζῆλον παρὰ πᾶσι τοῖς τε ἐπιτηδείοις τοῖς ἐμοῖς καὶ Ἀθηναίων ὁπόσοι εἶδον· εἷδον δὲ πολλοί, καὶ οὐδεὶς ὅστις οὐκ ἠγάσθη τέ σου τῆς φιλανθρωπίας καὶ συνηύξατό σοι τὰ ἀγαθά. περιῄει γὰρ ὁ γέρων οὐ πολλαῖς πάνυ ἡμέραις πρότερον ἐνθάδε ῥυπῶν τε καὶ κόμην ἔχων ἐν οὕτῳ πάνυ λιτῇ τινὶ ἐλπίδι τεθειμένος τὴν σωτηρίαν τῶν παίδων, λαμπρός τε ἐξαίφνης καὶ μετὰ δυοῖν παίδοιν νεανίαιν, θύων τε τοῖς θεοῖς, ἐμέ τε ὑμνῶν καὶ περιέπων, ὅτι σώσαιμι αὐτῷ τοὺς υἱέας, καὶ τὴν πόλιν τῶν Ἀθηναίων, ὅτι τοιούτους πολίτας τρέφει.