Epistulae

Euripides Epistulae

Eurpides Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(2) περὶ δὲ τῶν Πελλαίων νεανίσκων καὶ πρότερον ἤδη ἐπεστείλαμέν σοι δεόμενοι, καὶ νῦν δεόμεθα σῶσαί τε αὐτοὺς καὶ ἀνεῖναι τῶν δεσμῶν· οὐδὲν γὰρ ἀδικεῖν ἐοίκασιν ἢ οὐδὲν βλάψειν ἀφεθέντες ἔτι. μέτριον δὲ καὶ τὸ χαρίσασθαι δεομένοις ἡμῖν καὶ τὸ ἐλεῆσαι δὲ τὸν πατέρα αὐτῶν γέροντα, ὡς ἔστι πυνθάνεσθαι τῶν εὐγενεστάτων ἐν Πέλλῃ καὶ κατὰ τἄλλα δοκίμων, ὃς αὐτὸς ἐλθὼν Ἀθήναζε ἐφ’ ἡμᾶς κατέφυγεν, ἐλπίσας δύνασθαί τι παρὰ σοί, καὶ ἐδεήθη ταῦτα ἐπιστεῖλαί σοι. ἀλλὰ μὴ φαυλότερος γένῃ περὶ ἡμᾶς ἢ ἐκεῖνος ὑπέλαβεν.