Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μὴ ἀνιῶ, ὦ πάτερ, ὅτι κύων λέγομαι καὶ ἀμπέχομαι τρίβωνα διπλοῦν καὶ πήραν φέρω κατ’ ὤμων καὶ ῥάβδον ἔχω διὰ χειρός· οὐ γὰρ ἄξιον ἐπὶ τοῖς τοιούτοις ἀνιᾶσθαι, μᾶλλον δὲ ἥδεσθαι, ὅτι ὀλίγοις ἀρκεῖται

ὁ παῖς σου, ἐλεύθερος δέ ἐστι δόξης, ᾗ πάντες δουλεύουσιν Ἕλληνές τε καὶ βάρβαροι· τὸ γὰρ ὄνομα  πρὸς τῷ μὴ συμπεφυκέναι τοῖς πράγμασι, σύμβολον δ’ εἶναι ἔνδοξόν πώς ἐστι. καλοῦμαι γὰρ κύων ὁ οὐρανοῦ οὐχ ὁ γῆς, ὅτι ἐκείνῳ εἰκάζω ἐμαυτόν, ζῶν οὐ κατὰ δόξαν, ἀλλὰ κατὰ φύσιν ἐλεύθερος ὑπὸ τὸν Δία, εἰς αὐτὸν ἀνατεθεικὼς τἀγαθὸν καὶ οὐκ εἰς τὸν πλησίον·

(2) τὴν δὲ στολὴν καὶ Ὅμηρος γράφει Ὀδυσσέα τὸν τῶν Ἑλλήνων σοφώτατον φορῆσαι, ἡνίκα οἴκαδε ἐπανῄει ἐξ Ἰλίου Ἀθηνᾶς ὑποθημοσύνῃσιν, καὶ οὕτω καλή ἐστιν, ὡς μὴ ἀνθρώπων εὕρημα εἶναι ὁμολογεῖσθαι, ἀλλὰ θεῶν.

  1. φᾶρος μέν οἱ πρῶτα χιτῶνά τε εἵματ’ ἔδωκε
  2. λευγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
  3. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ’ ἐλάφοιο
  4. ψιλόν, δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
  5. πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
θάρρει οὖν, ὦ πάτερ, ἐπὶ τῷ ὀνόματι, ὃ καλοῦσιν ἡμᾶς, καὶ ἐπὶ τῇ στολῇ, ἐπεὶ ὁ μὲν κύων ἐστὶ πρὸς θ̔εῶν, ἣ δὲ εὕρημα τοῦ θεοῦ.