Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐ δοκεῖ μοι πᾶς τὸ καθ’ ἡμᾶς ἐν ἀρετῇ δύνασθαι, ἐπεὶ πολλῶν ἡ πρόθεσις καθαιρετικὴ τῆς ἀξίας γίνεται· οὐδὲ γὰρ ὁ τοῦ Μέλητος εἰπὼν τὸν Δία πατέρα ἀνδρῶν τε θεῶν τε ἐκύδηνεν ἀλλ’ ἐμείωσεν, ἐπεὶ χαλεπόν, εἰ οὓς οἱ γεννήσαντες διὰ πονηρίαν ἀπολέγονται, βιὸς εἶναι παῖδας πιστεύομεν. ταῦτα οὖν ὃ κύων μόνα δυνήσεται, ἃ κατ’ ἀρετὴν ἐνεργεῖται.

Ἔφθασεν ἡ χείρ μου πρὸ τῆς σῆς ἀφίξεως τὸν ὑμέναιον ᾆσαι, ἐγίγνωσκε δὲ τὴν ἀφροδισίων ἀποπλήρωσιν εὐποριστοτέραν εὑρῆσθαι τῆς κατὰ γαστέρα. ὁ γὰρ κυνισμός, ὡς οἶσθα, φύσεώς ἐστιν ἀναζήτησις· εἰ δέ τινες μέμφοιντο τὴν προαίρεσιν ταύτην, ἀξιοπιστότερος ἐπαινῶν ἐγώ.

Ὀρθῶς ἐποιήσατε τὴν πόλιν μεταχρηματίσαντες καὶ καλέσαντες ἀντὶ Μαρωνείας ἥτις νῦν καλεῖται Ἱππαρχίαν, ἐπεὶ κρεῖττον ὑμῖν ἀπὸ Ἱππαρχίας λέγεσθαι, γυναικὸς μέν, ἀλλὰ φιλοσόφου, ἢ Μάρωνος, ἀνδρὸς οἰνοπώλου.

Οὐ μόνον ἄρτος καὶ ὕδωρ καὶ στιβὰς καὶ τρίβων σωφροσύνην καὶ καρτερίαν διδάσκουσιν, ἀλλ’ εἰ χρὴ οὕτως φάναι, καὶ ποιμενικὴ χείρ. ὤφελον καὶ τὸν πρὶν ἐκεῖνον βουκόλον ὄντα ἐξεπίστασθαι. ἐπιμέλου οὖν καὶ ταύτης ἔνθα ἂν ἐπείγῃς· ἔστι γὰρ ἐκ τῆς συντάξεως τοῦ ἡμετέρου βίου. τὰς δὲ πρὸς τὰς γυναῖκας ἀκρατεῖς ἐντεύξεις πολλῆς δεομένας σχολῆς ἔα πολλὰ χαίρειν· οὐ γὰρ σχολή τι μόνον πτωχὸν αἰτεῖν κατὰ Πλάτωνα, ἀλλὰ τῷ ἐπ’ εὐδαιμονίαν σύντομον ἐπειγομένῳ ἡ πρὸς γυναῖκας ἔντευξις ὄνησιν φέρει ἀνθρώπων δ’ ἰδιωτῶν πολλῶν, οἷς ὁμοίως διὰ ταύτην τὴν πρᾶξιν ζημία, περιμαθήσεις παρὰ τοῖς μεμαθηκόσιν ἐκ παντὸς ἐργάσθαι. σὺ μ`ὴ ἐπιστρέφου, μηδ' εἴ σε διὰ τὸν τοιοῦτον βίον κύνα τινὲς ἢ ἄλλο τι ἀποκαλῶσι χεῖρον.

Αἰσχύνου ἐφ’ οἷς γράφων ἀπειλεῖς μοι, ὅτι δῆτά σοι οὐ πείθομαι χείρων Ἐριφύλης γενέσθαι καὶ χρυσοῦ ἐμαυτὸν ἀνταλλάξασθαι κακῶς. τοῦτο γὰρ ἀξιοῖς, καὶ λόγοις μὲν ἅπτεσθαί μου οὐκ ἀναβάλλῃ, ἀπειλεῖς δὲ ἀπειλὴν κανθαρίδος, ἀποκτενεῖν, καὶ οὐκ οἶσθα ὅτι δράσας τοῦτο ἀντιπείσῃ. ἔστι γάρ τις, ᾧ μέλει περὶ ἡμῶν, ὅς καὶ τῶν τοιούτων τὴν ἴσην δίκην τοὺς ἄρξαντας ἀδίκων ἔργων εἰσπράττεται, καὶ ζῶντας μὲν

ἁπλοῦν, τελευτήσαντας δὲ δεκαπλάσιον. ταῦτ’ ἐγὼ οὐχὶ δεδοικώς σου τὰς ἀπειλὰς ἐγραψα, ἀλλ’ οὐ βουλόμενός σε δι’ ἐμὲ κακόν τι πρᾶξαι.