Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μὴ μέμφου με, ὅτι σοι μεταπεμπομένῳ ἡμᾶς ἐπὶ Μακεδονίαν οὐκ ἐπείσθημεν, μηδ’ ὅτι τοὺς Ἀθήνησιν ἅλας προυκρίναμεν τῆς παρὰ σοῦ τραπέζης· οὐ γὰρ δι’ ὑπεροψίαν τοῦτ’ ἐπράξαμεν, ἀλλ’ οὐδὲ διὰ φιλοδοξίαν, δι’ ἣν τάχ’ ἴσως ἕτεροι ἂν ἐποίησαν, ἵνα τινὲς τοῖς πολλοῖς μεγάλοι δόξωσι, βασιλεῦσι δυνάμενοι ἀντιλέγειν, ἀλλ’ ὅτι ἡμῖν παρὰ τὰς ἐν Μακεδονίᾳ τραπέζας οἱ Ἀθήνησιν ἅλες εἰσὶ σύμφυλοι. φυλακῇ οὖν τῆς οὐσίας μᾶλλον ἀντείπομεν καὶ οὐχ ὑπεροψίᾳ. συγγίγνωσκε οὖν· καὶ γὰρ εἰ πρόβατα ἦμεν, συνέγνως ἂν μὴ πεισθεῖσιν, ὅτι οὐκ ἔστι προβάτου τε τροφὴ καὶ βασιλέως ἡ αὐτή. ἔα οὖν ἕκαστον ὅπου ἂν δύνηται ζῆν, ὦ μακάριε· βασιλικὸν γὰρ τοῦτο καὶ οὐ τὸ ἕτερον.