Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐκαθήμην ἐν τῷ θεάτρῳ βιβλίδια κολλῶν, ἀφιχόμενος δὲ Ἀλέξανδρος ὁ Φιλίππου στὰς ἐν τῷ καταντικρὺ πλησίον ἐμοῦ τὸν ἥλιον ἀφείλετό μου, κἀγὼ διὰ τὸ μηκέτι πως ὁρᾶν τὰ διασπάσματα τῶν βιβλιδίων ἀνέβλεψα καὶ τότε ἔγνων αὐτὸν παρόντα. ὡς δέ με καὶ αὐτός, ἐπεὶ ἀνέβλεψα, προσηγόρευσε καὶ τὴν δεξιὰν ὤρεξεν, ὡς δὲ καὶ αὐτὸν ἐγὼ διὰ τοῦτο ἀντιπροσηγόρευσα καὶ εἶπον τοιοῦτον. ἀληθῶς ἀνίκητος εἶ, μειράκιον, ὅτε καὶ θεοῖς τὰ ἴσα δύνασαι· ἰδοὺ γάρ, ὅ φασι τὴν σελήνην τὸν ἥλιον διατιθέναι ἐν τῷ γενέσθαι αὐτῷ καταντικρύ, καὶ σὺ ταὐτὸ τοῦτο εἴργασαι, ἐπεὶ δεῦρο εἰσελθὼν ἐμοὶ παρέστης.

(2) καὶ ὁ Ἀλἑξανδρος σκώπτεις εἶπεν, ᾦ Διόγενες. τί τοῦτ’ ἔφην λέγεις οὐ γὰρ ἔστιν ὁρᾶν σοι ὅτι τοῦ ἔργου μὲν ἀπολείπομαι διὰ τὸ μὴ βλέπειν ὥσπερ ἐν νυκτί; διαφέρον δ’ οὐδέν μοι τὰ νῦν σοι προσδιαλέγεσθαι, διαλέγομαι. οὐδέν εἶπε σοὶ διαφέρει Ἀλέξανδρος ὁ βασιλεύς ; οὐδ’ ὅσον ἔφην· πολεμεῖται γὰρ τῶν ἐμῶν οὐδέν, οὐδὲ καθαρπάζεται, καθάπερ τὰ Μακεδόνων καὶ τὰ Λακεδαιμονίων ἤ τινων ἄλλων, ἐν οἷς ἑκάστῳ χρεία βασιλέως. διὰ μέντοι πενίαν ἔφη διαφέρω σου. ποίαν ἔφην πενιͅίαν ; τὴν σὴν πενίαν εἶπε, δι’ ἥνπερ οὕτως εἶ μεταίτης ἑνδέων πάντων.

(3)οὔτοι ἔφην τοῦτ’ ἐστὶ πενία τὸ μὴ ἔχειν χρήματα, οὐδὲ κακὸν τὸ μεταιτεῖν, ἀλλὰ τὸ ἐπιθυμεῖν πάντων, ὅπερ ἐστὶν ἐν ὑμῖν, καὶ τὸ βίᾳ. διὰ τοῦτο τῇ μὲν ἐμῇ πενίᾳ κρῆναί τε καὶ γῆ εἰσιν ἐπίκουροι, ναὶ μὴν καὶ τὰ σπήλαια καὶ τὰ νάκη, καὶ πολεμεῖται μὲν διὰ ταύτην οὐδὲ εἷς οὔτε ἐν γῇ οὔτε ἐν θαλάσσῃ, ἀλλ’ ὡς ἐγεννήθημεν, ἴσθι, καὶ ζῶμεν· τῇ δὲ ῾υμετἑρα τάξει οὔτε γῆ εὑρἱσκεται κουρος οὔτε θάλαττα,

(4)ἀλλὰ δὴ ταῦτα μὲν ὡς ** ὄντα παραλείπεται, ἀναβαίνετε δὲ ἐπὶ τὸν οὐρανὸν καὶ οὐδὲ ’Ομήρῳ πείθεσθε τούτων μὴ ἐπιθυμεῖν τῷ εἰς σωφροσύνην τὰ τῶν Ἀλωειδῶν πάθη ἀναγράψαντι. ταῦτ’ ἐμοῦ πολλῷ παραστήματι διεξερχομένου πολλή αἰδὼς τὸν Ἀλέξανδρον εἰσῆλθε, καὶ ἀποκλίνας πρὸς ἕνα τῶν ἑταίρων εἶπεν ἀλλ’ εἰ μὴ ἔφθην Ἀλέξανδρος γενέσθαι, Διογένης ἂν ἐγενόμην. καὶ ἐξαναστήσας

με ἀπῆγεν σὺν ἑαυτῷ, παρακαλῶν συστρατεύεσθαι, καὶ μόλις ἀφῆκεν.