Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Γονεῦσι χάριτας οὐχ ἑκτέον οὔτε τοῦ γενέσθαι, ἐπεὶ φύσει γέγονε τὰ ὄντα, οὔτε τῆς ποιότητος· ἡ γὰρ τῶν στοιχείων σύγκρασις αἰτία ταύτης. καὶ μὴν καὶ τῶν κατὰ προαίρεσιν ἢ βούλησιν οὐδεμία χάρις· ἡ γὰρ γένεσις ἀφροδισίων ἐστὶ παρακολούθημα, ἅπερ ἡδονῆς ἕνεκεν, οὐ γενέσεως ἐπιτηδεύεται. ταύτας τὰς φωνὰς ὁ τῆς ἀπαθείας προφήτης ἐγὼ ἀποφθέγγομαι ἐναντίας τῷ τετυφωμένῳ βίῳ. εἰ δέ τισιν εἶναι φαίνονται σκληρότεραι, φύσις αὐτὰς σὺν ἀληθείᾳ βεβαιοῖ καὶ ὁ βίος ὁ τῶν μὴ κατὰ τῦφον, ἀλλὰ κατ’ ἀρετὴν βιούντων.