Fragmenta

Dialexeis

Dialexeis. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

((8)) καὶ μὲν ἐπίσταται αὐλέν, ἀὶ δυνασεῖται αὐλέν, αἴ κα δέηι τοῦτο πράσσεν.

((9)) τὸν δὲ δικάζεσθαι ἐπιστάμενον δεῖ τὸ δίκαιον ἐπίστασθαι ὀρθῶς· περὶ γὰρ τοῦτο ταὶ δίκαι. εἰδὼς δὲ τοῦτο

εἰδήσει καὶ τὸ ὑπεναντίον αὐτῶι και τὰ 〈τούτων〉 ἅτερα.

((10)) δεῖ δὲ αὐτὸν καὶ τὼς νόμως ἐπίστασθαι πάντας· αἰ τοίνυν τὰ πράγματα μὴ ἐπιστασεῖται, οὐδὲ τὼς νόμως.

((11)) τὸν γὰρ ἐν μωσικᾶι νόμον ὡυτὸς ἐπίσταται, ὅσπερ καὶ μωσικάν, ὃς δὲ μὴ μωσικάν, οὐδὲ τὸν νόμον.

((12)) ὅς γα 〈μὰν〉 τὰν ἀλάθειαν τῶν πραγμάτων ἐπίσταται, εὐπετὴς ὁ λόγος, ὅτι πάντα ἐπίσταται·

((13)) ὣς δὲ 〈καὶ κατὰ〉 βραχὺ 〈διαλέγεσθαι δύναται, αἴ κα〉 δέηι νιν ἐρωτώμενον ἀποκρίνεσθαι, περὶ πάντων· οὐκῶν δεῖ νιν πάντ’ ἐπίστασθαι.