Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[69 N.] — — 24. 25 τοῦ αὐτοῦ. ἣν μὴ πολλῶν ἐπιθυμέῃς, τὰ ὀλίγα τοι πολλὰ δόξει· σμικρὰ γὰρ ὄρεξις πενίην ἰσοσθενέα πλούτῳ ποιέει.

[27 N.] — 34, 58 Δ—ου. = B 108.

[92 N.] — — 62 Δ—ου. vgl. B 297.

[84 N.] — — 65 Δ—ου. γινώσκειν χρεὼν ἀνθρωπίνην βιοτὴν ἀφαυρήν τε ἐοῦσαν καὶ ὀλιγοχρόνιον, πολλῇ σίν τε κηρσὶ συμπεφυρμένην καὶ ἀμηχανίῃσιν, ὅκως ἄν τις μετρίης τε κτήσιος ἐπιμέληται καὶ ἀμέτρητα ἐπὶ τοῖς ἀναγκαίοισι ταλαιπωρέῃ.

[71 N.] — 39, 17 Δ—ου. εὐτυχὴς ὁ ἐπὶ μετρίοισι χρήμασιν εὐθυμεόμενος, δυστυχὴς δὲ ὁ ἐπὶ πολλοῖσι δυσθυμεόμενος.

[163 N.]STOB. IV 39, 25 Δ—ου. = B 3.

[135 N.] — 40, 20 Δ—ου. ἀπορίη ξυνὴ τῆς ἑκάστου χαλεπωτέρη· οὐ γὰρ ὑπολείπεται ἐλπὶς ἐπικουρίης.

[176 N.] — — 21 νόσος οἴκου καὶ βίου γίνεται ὁκωσπερ καὶ σκήνεος.

*— 41, 59 Δ—ου. οὐκ ἔστιν οὕτως ἀσφαλὴς πλούτου πυλεών, ὃν οὐκ ἀνοίγει τύχης καιρός.

[91 N.]— 34, 64 Meineke Δ—ου. ἀλογιστίη μὴ ξυγχωρέειν ταῖσι κατὰ τὸν βίον ἀνάγκαις.

[89 N.] — — 67 Δ—ου. λύπην ἀδέσποτον ψυχῆς ναρκώσης λογισμῷ ἔκκρουε.

[90 N.] — — 68 (τὸῦ αὐτοῦ) = B 42.

[218 N.] — — 69 = B 46.

[83 N.] — — 70 τοῦ αὐτοῦ. πενίην ἐπιεικέως φέρειν σωφρονέοντος.

[102 N.] — 46, 18 Δ—ου. = B 58.

[103 N.] — — 19 Δ—ου. ἄλογοι τῶν ἀξυνέτων αἱ ἐλπίδες.

[220 N.] — 48, 10 Δ—ου. οἶσιν ἡδονὴν ἔχουσιν αἱ

τῶν πέλας ξυμφοραί, οὐ ξυνιᾶσι μὲν ὡς τὰ τῆς τύχης κοινὰ πᾶσιν, ἀπορέουσι δὲ οἰκηίης χαρᾶς.

[205 N.] — 50, 20 Δ—ου. ἰσχὺς καὶ εὐμορφίη νεότητος ἀγαθά, γήραος δὲ σωφροσύνης ἄνθος.

[204 N.] — — 22 Δ—ου. ὁ γέρων νέος ἐγένετο, ὁ δὲ νέος ἄδηλον εἰ ἐς γῆρας ἀφίξεται· τὸ τέλειον οὖν ἀγαθὸν τοῦ μέλλοντος ἔτι καὶ ἀδήλου κρέσσον.

[207 N.]— 76 M. Δ—ου. τῆρας ὁλόκλησός ἐστι πήρωσις· πάντ’ ἔχει καὶ πᾶσιν ἐνδεῖ.

*— — 80. 81 Δημοκρίτου = Herod. III 134.

[92 N.] — 52, 40 [IV 34, 62] Δ—ου. ἔνιοι θνητῆς φύσεως διάλυσιν οὐκ εἰδότες ἄνθρωποι, συνειδήσει δὲ τῆς ἐν τῷ βίῳ κακοπραγμοσύνης, τὸν τῆς βιοτῆς χρόνον ἐν ταραχαῖς καὶ φόβοις ταλαιπωρέουσι, ψεύδεα περὶ τοῦ μετὰ τὴν τελευτὴν μυθοπλαστέοντες χρόνου.

SUID. s. v. ā. βραχέως δὲ καὶ δασέως (also ἅ) τὸ ἅτινα ὡς παρ’ Ἱπποκράτει, παρὰ δὲ Δημοκρίτῳ ἴδια, παρ’ Ὁμήρῳ τὰ ἑαυτοῦ.

DEMETR. de poem. B 20 [Voll. herc.2 v 16 fr. 28, 4; Crönert Kolot. 107. 130. Vogliano Studi italiani 18, 287] τὸ δ’ ἐρώει σαφῶς τὸν ἐν τῷ θώρηκί σου συνιστάμενον θυμὸν καὶ ταράσ[σειν] τὴν ψυχὴν φυλάσ[σου] μηδὲ πάντα ἐπίτρεπε τῇ γλώσσῃ’[β]ο[ύλεται· εὖ [φ]υλάσσειν τὸν [θυμόν].

[Ὑπ. 1]ΠΕPI TΩΝ EΝ ΒΑΒΥΔΩΝΙ ΙΕΡΩΝ ΓPΔMMΑΤΩΝ.

CLEM. Strom. I 15, 69 [II 43, 13 St.]Pythagoras, Eudoxos und Platon seien Schüler der Barbaren: Δ. γὰρ τοὺς Βαβυλωνίους λόγους ἠθικοὺς [?] πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι

συγγράμμασι. κἄστιν ἐπισημήνασθαι παρ’ αὐτοῦ τάδε λέγει Δημόκριτος γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ [nämlich γράφει], ἧι σεμνυνόμενός φησί που ἐπὶ πολυμαθίαι. ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην ἱστορέων τὰ μήκιστα καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν οὐδ’ οἱ Αἰγυπτίων καλεόμενοι Ἀρπεδονάπται· σὺν τοῖς δ’ ἐπὶ πᾶσιν ἐπ’ ἔτεα ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην. ἐπῆλθε γὰρ Bαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων.

[Ὑπ. 2]ΠΕPI ΤΩΝ ΕΝ MΕPOHI.

[Ὑπ. 3]ΩΚΕΑΝΟΥ ΠΕΡΙΠΛΟΥΣ.