Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[142 N.] — 6, 19 Δ—ου. φύσει τὸ ἄρχειν οἰκήιον τῷ κρέσσονι.

[222 N.] — 7, 13 Δ—ου. φόβος κολακείην μὲν ἐργάζεται, εὔνοιαν δὲ οὐκ ἔχει.

[126 N.]— 10, 28 Η. Δ—ου. τόλμα πρήξιος ἀρχή, τύχη δὲ τέλεος κυρίη.

[177 N.] — 19, 45 Δ—ου. οἰκέταισιν ὡς μέρεσι τοῦ σκήνεος χρῷ ἄλλῳ πρὸς ἄλλο.

[175 N.] — 20, 33 Δ—ου. ἐρωτικὴν μέμψιν ἡ ἀγαπωμένη [?] λύει.

[0 N.]STOB. iv 22, 108 Δ—ου. Δ. ἔφη, ὡς γαμβροῦ ὁ μὲν ἐπιτυχὼν εὗρεν υἱόν, ὁ δὲ ἀποτυχὼν ἀπώλεσε καὶ θυγατέρα.

[174 N.] — — 199 Δ—ου. γυνὴ πολλὰ ἀνδρὸς ὀξυτέρη πρὸς κακοφραδμοσύνην.

[171 N.] — 23, 38 Δ—ου. κόσμος ὀλιγομυθίη γυναικί· καλὸν δὲ καὶ κόσμου λιτότης.

[170 N.] — — 39 Δ—ου. = B 111.

[182 N.] — 24, 29 Δ—ου. τεκνοτροφίη σφαλερόν· τὴν μὲν γὰρ ἐπιτυχίην ἀγῶνος μεστὴν καὶ φροντίδος κέκτηται, τὴν δὲ ἀποτυχίην ἀνυπέρθετον ἑτέρῃ ὀδύνῃ.

[180 N.] — — 31 Δ—ου. οὐ δοκεῖ μοι χρῆναι παῖδας κτᾶσθαι· ἐνορῶ γὰρ ἐν παίδων κτήσει πολλοὺς μὲν καὶ μεγάλους κινδύνους, πολλὰς δὲ λύπας, ὀλίγα δὲ τὰ εὐθηλέοντα καὶ ταῦτα λεπτά τε καὶ ἀσθενέα.

[181 N.] — — 32 τοῦ αὐτοῦ. ὅτεῳ χρήμη τεά ἐστι παῖδα ποιήσασθαι, ἐκ τῶν φίλων τεύ μοι δοκεῖ ἄμεινον

εἶναι. καὶ τῷ μὲν παῖς ἔσται τοιοῦτος, οἷον ἂν βούληται· ἔστι γὰρ ἐκλέξασθαι οἷον ἐθέλει· καὶ ὃς ἂν δοκῇ ἐπιτήδειος εἶναι, κἂν μάλιστα κατὰ φύσιν ἕποιτο. καὶ τοῦτο τοσοῦτον διαφέρει, ὅσον ἐνταῦθα μὲν ἔστι τὸν παῖδα λαβεῖν καταθύμιον ἐκ πολλῶν, οἷον ἂν δέῃ. ἣν δέ τις ποιῆται ἀπὸ ἑωυτοῦ, πολλοὶ ἔνεισι κίνδυνοι· ἀνάγκη γάρ, ὃς ἂν γένηται, τούτῳ χρῆσθαι.

[178 N.] — — 33 τοῦ αὐτοῦ. ἀνθρώποισι τῶν ἀναγκαίων δοκεῖ εἶναι παῖδας κτήσασθαι ἀπὸ φύσιος καὶ καταστάσιός τινος ἀρχαίης. δῆλον δὲ καὶ τοῖς ἄλλοις ζώιοισι· πάντα γὰρ ἔκγονα κτᾶται κατὰ φύσιν ἐπωφελείης γε οὐδεμιᾶς εἵνεκα· ἀλλ’ ὅταν γένηται, ταλαιπωρεῖ καὶ τρέφει ἕκαστον ὡς δύναται καὶ ὑπερδέδοικε, μέγρι σμικρὰ ἦι, καὶ ἦν τι πάθῃ, ἀνιᾶται. ἡ μὲν φύσις τοιαύτη πάντων ἐστὶν

ὅσσα ψυχὴν ἔχει· τῷ δὲ δὴ ἀνθρώπῳ νομίζον ἤδη πεποίηται, ὥστε καὶ ἐπαύρεσίν τινα γίγνεσθαι ἀπὸ τοῦ ἐκγόνου.

[203 N.]Stob. V 26, 25 Δ—ου. τοῖς παισὶ μάλιστα χρὴ τῶν ἀνυστῶν δατεῖσθαι τὰ χρήματα, καὶ ἅμα ἐπιμέλεσθαι αὐτῶν, μή τι ἀτηρὸν ποιέωσι διὰ χειρὸς ἔχοντες· ἅμα μὲν γὰρ πολλὸν φειδότεροι γίγνονται ἐς τὰ χρήματα καὶ προθυμότεροι κτᾶσθαι, καὶ ἀγωνίζονται ἀλλήλοισιν. ἐν γὰρ τῷ ξυνῷ τὰ τελεύμενα οὐκ ἀνιᾶι ὥσπερ ἰδίῃ οὐδ’ εὐθυμεῖ τὰ ἐπικτώμενα, ἀλλὰ πολλῷ ἧσσον.

[184 N.] — — 26 Η. τοῦ αὐτοῦ. ἔξεστιν οὐ πολλὰ τῶν σφετέρων ἀναλώσαντας παιδεῦσαί τε τοὺς παῖδας καὶ τεῖχός τε καὶ σωτηρίην περιβαλέσθαι τοῖς τε χρήμασι καὶ τοῖς σώμασιν αὐτῶν.

[17 N.] — 29, 18 Δ—ου. = B 57.

[72 N.] — 31, 49 Δ—ου. ὥσπερ ἐν [μὲν] τοῖς ἕλκεσι φαγέδαινα κάκιστον νόσημα, οὕτως ἐν τοῖς χρήμασι τὸ μὴ προσαρμόσαν καὶ τὸ συνεχές [?].

[79 N.] — — 120 Δ—ου. χρημάτων χρῆσις ξὺν νόῳ μὲν χρήσιμον εἰς τὸ ἐλευθέριον εἶναι καὶ δημωφελέα, ξὺν ἀνοίῃ δὲ χορηγίη ξυνῇ 〈ἀλυσιτελής〉.

[74 N.] — — 121 (τοῦ αὐτοῦ) = B 78.

[68 N.] — 33, 23 Δ—ου. πενίη πλοῦτος ὀνόματα ἐνδείης καὶ κόρου· οὔτε οὖν πλούσιος 〈ὁ〉 ἐνδέων οὔτε πένης ὁ μὴ ἐνδέων.

[69 N.] — — 24. 25 τοῦ αὐτοῦ. ἣν μὴ πολλῶν ἐπιθυμέῃς, τὰ ὀλίγα τοι πολλὰ δόξει· σμικρὰ γὰρ ὄρεξις πενίην ἰσοσθενέα πλούτῳ ποιέει.

[27 N.] — 34, 58 Δ—ου. = B 108.

[92 N.] — — 62 Δ—ου. vgl. B 297.

[84 N.] — — 65 Δ—ου. γινώσκειν χρεὼν ἀνθρωπίνην βιοτὴν ἀφαυρήν τε ἐοῦσαν καὶ ὀλιγοχρόνιον, πολλῇ σίν τε κηρσὶ συμπεφυρμένην καὶ ἀμηχανίῃσιν, ὅκως ἄν τις μετρίης τε κτήσιος ἐπιμέληται καὶ ἀμέτρητα ἐπὶ τοῖς ἀναγκαίοισι ταλαιπωρέῃ.